Ancient Greek
46.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 46.1
Unproofread scanNot analysed yet
XXX Περί Πλάτωνος. Πλάτων ὁ Ἀριστωνος τὰ πρῶτα ἐπὶ ποιητικὴν ὥρμησε, καὶ ἡρωϊκά ἐγραφε μέτρα· εἶτα αὐτὰ κατέπρησεν ὑπεριδὼν αὐτῶν, ἐπεὶ τοῖς Ὁμήρῳ αὐτῷ ἀντικρύνων ἔωρα κατὰ πολὺ ἠττώμενα. Ἐπέθετο οὖν τραγῳδίᾳ, καὶ δὴ καὶ τετραλογίαν εἰργάσατο, καὶ ἐμελλεν ἀγωνιεῖσθαι, δούς ἤδη τοῖς ὑποκριταῖς τὰ ποιήματα. Πρὸ τῶν Λιονυσίων δὲ παρελθόν, ἤκουσε Σωκράτους, καὶ ἀπαξ αἰρέσεὶς ὑπὸ τῆς ἐκείνου σειρήνος, τοῦ ἀγωνίσματος οὐ μόνον ἀπέστη τότε, ἀλλὰ καὶ τελῶς τὸ γράφειν τραγῳδίαν ἀπέδωψε, καὶ ἀπεδύσατο ἐπὶ φιλοσοφίαν.