Ancient Greek
46.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 46.3
Unproofread scanNot analysed yet
XXXI Ὅτι μηδεὶς τῶν βαρβάρων ἄθεος. Καὶ τίς οὐκ ἂν ἐπήγνε τὴν τῶν βαρβάρων σοφίαν; εἰ γε μηδεὶς αὐτῶν εἰς ἀθεότητα ἐξέπεσε, μηδὲ ἀμφιβάλλουσι περὶ θεῶν, ἀφὰ γέ εἰσιν, ἢ οὐκ εἰσιν, καὶ ἀφὰ γε ἡμῶν φροντίζουσιν, ἢ οὔ. Οὐδεὶς γοῦν ἔννοιαν ἔλαβε τοιαύτην, οἷαν Εὐήμερος ὁ Μεσσήνιος, ἢ Διογένης ὁ Φρύξ, ἢ Ἰππων, ἢ Λυκόφας, ἢ Σωσίας, ἢ Ἐπικούρος, οὔτε Ἰνδὸς, οὔτε Κελτὸς, οὔτε Αἰγύπτιος. Λέγουσι δὲ τῶν βαρβάρων οἱ προειρημένοι καὶ εἶναι θεούς, καὶ προνοεῖν ἡμῶν, καὶ προσημαίνειν τὰ μέλλοντα, καὶ διὰ ὀρνίθων, καὶ διὰ συμβόλων, καὶ διὰ σπλάγχνων, καὶ δι’ ἄλλων τινῶν μαθημάτων τε, καὶ διδαγμάτων· ἀπερ οὐν ἐστι τοῖς ἀνθρώποις διδασκαλία ἐκ τῆς παρὰ τῶν θεῶν εἰς αὐτοὺς προνοίας. Καὶ δι’ ὀνειρῶν δὲ λέγουσι, καὶ δι’ αὐτῶν τῶν ἀστέρων πολλὰ προδηλοῦσθαι.