Ancient Greek
64.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 64.2
Unproofread scanNot analysed yet
XVII Ὅτι ἡ φιλοσοφία οὐκ ἀπολίτευτος, καὶ τίνες τῶν φιλοσόφων ἐπολιτεύσαντο. Ἐπολιτεύσαντο οὖν καὶ φιλόσοφοι, ἢ αὐτὸ τοῦτο μόνον, τὴν δικαιοσύνην ἀγαθοὶ γενόμενοι, ἐφ’ ἣνχίας κατεβίασαν· Ἐπηρώθησαν γὰρ τὰ κοινά, Ζάλευκος μὲν τὰ ἐν Λοκροῖς, Χαρώνδας δὲ τὰ ἐν Κατάνῃ, καὶ τὰ ἐν Ῥηγίῳ, ὅτε ἐκ Κατάνης ἔφυγε. Ταραντίνοις δὲ ἐγένετο ἀγαθὸν Ἀρχύτας, Σόλων δὲ Ἀθηναίοις, Βίας δὲ καὶ Θαλῆς τὴν Ἰωνίαν πολλὰ ὤνησαν, Χίλων δὲ Λακεδαιμονίους, Μιτυληναίους γε μὴν Πιττακός, Κλεόβουλος δὲ Ῥοδίους. Καὶ Ἀναξιμάνδρος δὲ ἡγήσατο τῆς εἰς Ἀπολλωνίαν ἐκ Μιλήτου ἀποικίας. Ἀλλὰ καὶ Ξενοφῶν στρατιώτης ἀγαθὸς ἦν, καὶ ἀμείνων στρατηγός, ὅτε Κύρῳ συνανέβη· καὶ Κύρος μὲν καὶ οἱ σὺν αὐτῷ ἀπέθανον, καλοῦντος δὲ τῆς χρείας τὸν δυνησόμενον σῶσαι τοὺς Ἕλληνας, καὶ ἀγαγεῖν τὴν ὀπίσω εἰς τὰ οἰκεῖα, οὕτος ἐκεῖνος ἦν. Πλάτων δὲ ὁ Ἀρίστωνος Λίωνα κατήγαγεν εἰς Σικελίαν, καὶ δι’ ὧν αὐτῷ συνέβουλεν, καὶ ἐδίδαξεν, διὰ τούτων τυραννίδα τὴν Διονυσίου κατέλυσε. Σωκράτης δὲ τῇ μὲν Ἀθηναίων πολιτεία