Ancient Greek
65.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 65.1
Unproofread scanNot analysed yet
οὐκ ἠρέσκετο τυραννικὴν γὰρ, καὶ μοναρχικὴν ἔωρα τὴν δημοκρατίαν οὖσαν· καὶ διὰ ταῦτα οὔτε ἐπεμψεν Ἀθηναίοις τὸν τῶν δέκα στρατηγῶν Θάναντον, ἀλλ’ οἷδε τοῖς Τριάκοντα ἐκοινώνει τῶν ἀσεβημάτων. Ἐνθὰ δὲ ἐχθρὸν ὑπὲρ τῆς πατρίδος ἀγωνιζέσθαι, ἀλλ’ ἐνταῦθά γε ἀπροσωπίστως ἐκείνους στρατιώτης ἦν. Ἐστρατεύσατο οὖν ἐπὶ Ἀλίαν, καὶ εἰς Ἀμφίπολιν, καὶ εἰς Ποτίδιαν. Ἀριστοτέλης δὲ τὴν ἑαυτοῦ πατρίδα, οὐ τὸ λεγόμενον δή τούτο, εἰς γόνυ πεσούσαν, ἀλλ’ ἐπὶ στόμα, ἀνέστησεν αὐτὴς. Δημήτριος δὲ ὁ Φαληρεύς, καὶ Ἀθηναίων ἐπιφανέστατα ἐπολιτεύσατο, ὡστ’ ἂν αὐτὸν ὁ συνήθης Ἀθηναίοις φθόνος ἐξέωσε· καὶ ἐν Αἰγύπτῳ δέ, συνὼν τῷ Πτολεμαίῳ, νομοθεσίας ἤρξε. Τίς δὲ ἀντιφρήσει, καὶ Περίκλεα τὸν Ξανθίππου, φιλόσοφον γενέσθαι, καὶ Ἐπαμινῶνδα τὸν Πολύμιδος, καὶ Φωκίωνα τὸν Φώκου, καὶ Ἀριστείδην τὸν Λυσίμαχον, καὶ Ἐφιάλτην τὸν Σοφωνίδου; Καὶ ἐπὶ κάτω τοῦ χρόνου Καρνεάδην, καὶ Κριτόλωνα· εἶγε καὶ εἰς τὴν Ῥώμην ἀφίκοντο καὶ ἐκεῖνοι ὑπὲρ τῶν Ἀθηναίων πρεσβεύοντες, καὶ αὐτοῖς σωτηρίαν εὗραντο. Οἷπερ οὖν εἰς τοσοῦτον ἐνέτρεψαν τὴν σύγκλητον βουλήν, ὡς εἰπεῖν αὐτούς, Ἐπεμψαν Ἀθηναῖοι πρεσβευόντας, οὐ τοὺς πεισόντας, ἀλλὰ γὰρ τοὺς βιασομένους ἡμᾶς δράσαι, ὅσα θέλουσιν. Ἐγὼ δὲ πολιτείαν φαίνω ἂν καὶ τὸ Περσαίων, εἴγε Ἀντίγονον ἐπαίδευσε. Καὶ τὸ Ἀριστοτέλους, ἐπεὶ καὶ αὐτὸς οὖν Ἀλεξάνδρῳ τῷ Φιλίππου, νέῳ ὄντι, φιλοσοφῶν ἦν δήλος. Καὶ Λύσις δὲ ὁ γνῶριμος ὁ Πυθαγόρου, καὶ