Ancient Greek
69.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 69.1
Unproofread scanNot analysed yet
πολλους φορων ἐκαλλυντο ἐπὶ τούτῳ. Καὶ μωκία δὲ τις ἦν αὐτοῦ περὶ τὸ πρόσωπον· καὶ ἀκαιρος στομυλία λαλόντος, κατηγορὶ καὶ αὐτὴ τὸν τρόπον αὐτοῦ. Πάντα δὲ ταῦτα ὡς ἐστιν ἀλλότρια φιλοσόφου, δῆλον. Ἄπερ οὖν ὁρῶν ὁ Πλάτων οὐ προσἔλετο τὸν ἄνδρα· προετίμα δὲ αὐτοῦ Ξενοκράτην, καὶ Σπεύσιππον, καὶ Ἀμύκλαν, καὶ ἄλλους, τῇ τε λουπῇ δεξιωτέρας αὐτοὺς τμῇ, καὶ οὖν καὶ τῇ κοινωνίᾳ τῶν λόγων. Ἀποδημίας δὲ ποτε γενομένης τῷ Ξενοκράτει εἰς τὴν πατρίδα, ἐπέθετο τῷ Πλάτωνι Ἀριστοτέλης, χωρὸν τινα τῶν ὁμιλητῶν τῶν ἑαυτοῦ περιστησάμενος, ὧν ἦν Μνάσων τε ὁ Φωκεύς, καὶ ἄλλοι τοιοῦτοι. Ἐνδοσι δὲ τότε ὁ Σπεύσιππος, καὶ διὰ ταῦτα ἀδύνατος ἦν συμβαδίζειν τῷ Πλάτωνι. Ὁ δὲ Πλάτων ὁρδοῖχοντα ἐτῶν ἐγενόμην, ὁμοῦ τι καὶ διὰ τὴν ἡλικίαν ἐπελελοίπει τὰ τῆς μνήμης αὐτόν. Ἐπιθέμενος οὖν αὐτῷ καὶ ἐπιβουλεύων ὁ Ἀριστοτέλης, καὶ φιλοτίμως πάνυ τὰς ἐρωτήσεις ποιούμενος, καὶ τρόπον τινα καὶ ἐλεγκτικῶς, ἀδικῶν ἄμα καὶ ἀγνωμονῶν ἦν δῆλος. Καὶ διὰ ταῦτα ἀποστὰς ὁ Πλάτων τοῦ ἐξω περιπάτου, ἐνδον ἐβιάδιζε σὺν τοῖς ἐταίροις. Τούων δὲ μηνῶν διυγνομενῶν, ὁ Ξενοκράτης ἀφίκετο ἐκ τῆς ἀποδημίας, καὶ καταλαμβάνει τὸν Ἀριστοτέλη βαδίζοντα, οὗ κατέλιπε τὸν Πλάτωνα. Ὁρῶν δὲ αὐτὸν μετὰ τῶν γνωρίμων, οὐ πρὸς Πλάτωνα ἀναχωροῦντα ἐκ τοῦ περιπάτου, ἀλλὰ καθ' ἑαυτὸν ἀπιοῦντα εἰς τὴν πόλιν, ἠρετὸ τινα τῶν ἐν τῷ περιπάτῃ, ὅποι ποτὲ εἴη Πλάτων· ὑπώστευε γὰρ αὐτὸν μαλακίζεσθαι. Ὁ δὲ ἀπεκρίνατο,