Ancient Greek
70.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 70.1
Unproofread scanNot analysed yet
Ἐκεῖνος μὲν οὖ νοσεῖ, ἐνοχλῶν δὲ αὐτὸν Ἀριστοτέλην παραχωρήσαι πεποίηκε τοῦ περιπάτου, καὶ ἀναχωρήσας ἐν τῷ κήπῳ τῷ ἑαυτοῦ φιλοσοφεῖ. Ὁ δὲ Ξενοκράτης ἀκούσας, παραχρῆμα ἦκε πρὸς Πλάτωνα, καὶ κατέλαβε διαλεγόμενον τοὺς σὺν ἑαυτῷ ἦσαν δὲ μᾶλα συχνοί, καὶ ἀξίον λόγον, καὶ οἱ μάλιστα δοκοῦντες τῶν νέων ἐπιφανεῖς. Ἐπεὶ δὲ ἐπαύσατο τῆς ὁμιλίας, ἠσπάσατό τε, ὡς τὸ εἰκός, τὸν Ξενοκράτην φιλανθρώπως, καὶ αὐ πάλιν ὁ Ξενοκράτης ἐκεῖνον ὁμοίως. Διαλυσείσης δὲ τῆς συνουσίας, οὐδὲν οὔτε εἰπὼν πρὸς τὸν Πλάτωνα Ξενοκράτης, οὔτε ἀκούσας, συναγαγὼν τοὺς ἑταίρους, καὶ τῷ Σπευσίππῳ πάνυ ἰσχυρῶς ἐπέπληξε, παραχωρήσαντι τοῦ περιπάτου Ἀριστοτέλει, αὐτὸς τε ἐπίθετο τῷ Σπαργειρίτῃ κατὰ τὸ καστερόν, καὶ εἰς τοσοῦτον προῆλθε φιλοτιμίας, ὡς ἐξέλασει αὐτόν, καὶ ἀποδοῦναι τὸ σύνηθες χωρίον τῷ Πλάτωνι.