Ancient Greek
89.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 89.1
Unproofread scanNot analysed yet
ἐμῆμνητο, οὔτε Σωκράτους· αὐτοῦγε μὴ τοῦτο ἐνεφάνισεν αὐτοῖς, ὅτι καλεῖται Πλάτων. Ἐπὶ δὲ ἥλθον εἰς τὰς Ἀθήνας, ὑπεδέξατο αὐτοὺς ἐν μύλα φιλοφρόνως. Καὶ οἱ ξένοι, Ἄγε, εἶπον, ὦ Πλάτων, ἐπιδείξον ἡμῖν καὶ τὸν ὁμώνυμόν σου, τὸν Σωκράτους ὁμιλητήν, καὶ ἐπὶ τὴν Ἀκαδημίαν ἤγῃσαι τὴν ἐκείνου, καὶ ἐπισύστησον τῷ ἀνδρὶ, ἵνα τι καὶ αὐτοῦ ἀπολαύσωμεν. Ὁ δέ, ἥρξομαι ὑπομειδιάσας, ὡσπερ οὖν καὶ εἰώθε, Ἄλλ’ ἐγώ, φησιν, αὐτὸς ἐκεῖνός εἰμι. Οἱ δὲ ἐξεπλάγησαν, εἰ τὸν ἄνδρα ἔχοντες μεθ’ ἑαυτῶν τὸν τοιοῦτον ἠγνόησαν, ἅττῳς αὐτοῦ συγγενομένου καὶ ἀνεπιτηδεύτως αὐτοῖς, καὶ δεῖξαντος, ὅτι δύναται καὶ ἄνευ τῶν συνήθων λόγων χειροῦσθαι τοῖς συνόντας.