Ancient Greek
89.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 89.2
Unproofread scanNot analysed yet
Ὅτι Πλάτων τὸν Ἀριστοτέλη ἐκάλε Πώλον. Τί δὲ ἐβούλετο αὐτῷ τὸ ὄνομα ἐκεῖνο; Ἀηλονότι ὁμολόγηται, τὸν πόλον, ὅταν χορευθῇ τοῦ μητρώου γάλακτος, λακτίζειν τὴν μητέρα. Ἡνίπτετο οὖν καὶ Πλάτων ἀχαριστίαν τινὰ τοῦ Ἀριστοτέλους. Καὶ γὰρ ἐκεῖνος τὰ μέγιστα εἰς φιλοσοφίαν παρὰ Πλάτωνος λαβὼν σπέρματα, καὶ ἐφ’ ὧδια, εἴτα ὑποπλησθείς τῶν ἁγίων, καὶ ἀφηνιάσας, ἀντιχοδόμησεν αὐτῷ διατριβὴν καὶ ἀντιπαρεξήγαγεν ἐν τῷ περιπάτῳ ἐταίρους ἔχων καὶ ὁμιλητάς, καὶ ἐγλίχετο ἀντίπαλος εἶναι Πλάτωνι.