Ancient Greek
95.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 95.1
Unproofread scanNot analysed yet
XX Περὶ Δημοκρίτου, καὶ τῆς περὶ αὐτοῦ, Θεόφραστου, Ἰπποκράτους, καὶ ἄλλων δόξης. Δημόκριτον τὸν Ἀβδηρίτην λόγος ἔχει τὰ τε ἄλλα γενέσθαι σοφόν, καὶ δὴ καὶ ἐπιθυμῆσαι λαθεῖν, καὶ ἐν ἔργῳ θέσθαι σοφότερα πάνυ τοῦτο· διὰ ταῦτα τοι καὶ πολλὴν ἐπῆει γῆν. Ἦκεν οὖν καὶ πρὸς τοὺς Χαλδαίους, εἰς Βαβυλῶνα, καὶ πρὸς τοὺς Μάγους, καὶ τοὺς Σοφιστὰς τῶν Ἰνδῶν. Τὴν παρὰ τοῦ Δαμασίππου τοῦ πατρὸς οὐσίαν εἰς τρία μέρη νεμηθεῖσαν τοῖς ἀδελφοῖς τοῖς τρισί, τ’ ἀγύγιον μόνον λαβὼν ἐφ’ ὅδιον τῆς ὁδοῦ, τὰ λοιπὰ τοῖς ἀδελφοῖς εἶασε. Διὰ ταῦτά τοι καὶ Θεόφραστος αὐτὸν ἐπῆει, ὅτι περιῆει κρείττονα ἀγείρων ἀγείρωι Μεγιάου, καὶ Ὀδυσσέως. Ἐκεῖνοι μὲν γὰρ ἡλῶντο, αὐτόχρημα Φοινίκων ἐμπόρων μηδὲν διαφέροντες· χρήματα γὰρ ἤθροίζον, καὶ τοῦ περιπλοῦ ταύτην εἶχον τὴν πρόφασιν.