Ancient Greek
95.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 95.3
Unproofread scanNot analysed yet
Ὅτι οἱ Ἀβδηρίται ἐκάλουν τὸν Δημόκριτον Φιλοσοφίαν, τὸν δὲ Πρωταγόραν, Λόγον. Κατεγέλα δὲ πάντων ὁ Δημόκριτος, καὶ ἔλεγον αὐτοὺς μαίνεσθαι· ὅθεν καὶ Γλαύσιον αὐτὸν ἐκάλουν οἱ πολῖται. Λέγουσι δὲ οἱ αὐτοὶ τὸν Ἰπποκράτην περὶ τὴν πρώτην ἐντεύξιν ὑπὲρ τοῦ Δημοκρίτου δόξαν λαβεῖν, ὡς μαινόμενον· προῖόλησις δὲ αὐτοῖς τῆς συνουσίας, εἰς ὑπερβολὴν θαυμάσαι τὸν ἄνδρα. Λέγουσι δὲ, Ἀωρία ὄντα τὸν Ἰπποκράτην, ἀλλ’ οὖν τὴν τοῦ Δημοκρίτου χάριν, τῇ Ἰάδι φωνῇ συγγράψαι τὰ συγγράμματα.