Ancient Greek
CAPUT LVII.
Heraclitus, Allegoriae (= Quaestiones Homericae) CAPUT LVII.
Not analysed yet
Ἥρῃ δ’ ἀντέστη χρυσηλάκατος, κελαδεινή, Ἄρτεμις ἰοχέαιρα. Οὐδὲ τοῦτ’ ἀλόγως εἰσήγαγεν Ὅμηρος· ἀλλ’, ὥσπερ ἔφην, Ἥρα μέν ἐστιν ὁ ἀήρ· τὴν δὲ Σελήνην Ἄρτεμιν ὀνομάζει· πᾶν δὲ τὸ τεμνόμενον ἀεὶ πολέμιόν ἐστι τῷ τέμνοντι· καὶ διὰ τοῦτ’ ἐχθρὰν ἀέρι τὴν σελήνην ὑπεστήσατο, τὴν ἐν ἀέρι αὐτῆς φορὰν καὶ τοὺς δρόμους ὑποσημαίνων. εἰκὸς δὲ ταχέως νενικῆσθαι τὴν σελήνην· ἐπειδήπερ ὁ μὲν ἀὴρ πολὺς, καὶ πάντῃ κεχυμένος, ἡ δ’ ἐλάττων καὶ συνεχῶς ὑπὸ τῶν ἀερίων παθημάτων ἀμαυρουμένη, τοῦτο μὲν ἐκλείψεσι, τοῦτο δ’ ἀχλύϊ, καὶ ταῖς ὑποτρεχούσαις νεφέλαις· διὰ τοῦτο τῆς νίκης τὰ βραβεῖα τῷ μείζονι καὶ συνεχῶς βλάπτοντι προσέθηκεν.