Ancient Greek
CAPUT LVIII.
Heraclitus, Allegoriae (= Quaestiones Homericae) CAPUT LVIII.
Not analysed yet
Ἄντα δ’ ἄρ’ Ἡφαίστοιο μεγὰς ποταμὸς βαθυδίνης· Ἐν τοῖς ὑπὲρ Ἀπόλλωνος καὶ Ποσειδῶνος λόγοις τὸν οὐράνιον ἡμῖν αἰθέρα καὶ τὴν ἀκήρατον ἡλίου φλόγα δηλώσας, νῦν μεταβέβηκεν. ἐπὶ τὸ θνητὸν πῦρ, καὶ τοῦτο ἀνθώπλισε ποταμῷ, τὴν διάφορον ἑκατέρου φύσιν εἰς μάχην παροξύνας. πρότερον μὲν οὖν εἴκοντα τὸν ἥλιον Ποσειδῶνι παρεισάγει, νῦν δὲ τὴν ὑγρὰν οὐσίαν ὑπὸ τῆς πυρώδους ἡττωμένην· δυνατώτερον γὰρ τόδε τὸ στοιχεῖον θατέρου. τίς οὖν οὕτω μέμηνεν, ὡς θεοὺς μαχομένους ἀλλήλοις παρεισάγειν, Ὁμήρου φυσικῆς ταῦτα δι’ ἀλληγορίας θεολογήσαντος.