Ancient Greek · ~2 min
CAPUT LX.
Heraclitus, Allegoriae (= Quaestiones Homericae) CAPUT LX.
Not analysed yet
Ἆρ’ οὐκ ἀπόχρη δι’ ὅλης τῆς Ἰλιάδος συνᾴδουσα ἡ Ὁμήρου φιλοσοφία, ἐν ᾖ τὰ περὶ θεῶν ἠλληγόρησε; ζητῶμεν δὲ τούτων τι περιττότερον, καὶ μετὰ τοσαύτας ἀποδείξεις ἐνδεῖν ἔτι τὰ κατὰ τὴν Ὀδύσσειαν ἡγώμεθα; Πλὴν ὅμως, ἀκόρεστον γὰρ ἅπαν τὸ καλὸν, ἀπὸ τῆς ἐναγωνίου καὶ πολεμικῆς Ἰλιάδος ἐπὶ τὴν ἠθικὴν μεταβῶμεν Ὀδύσσειαν. οὐδὲ γὰρ αὕτη τελείως ἀφιλοσόφητος· ἀλλ’ ἐν ἑκατέροις τοῖς σωματίοις ὅμοιον εὑρίσκομεν Ὅμηρον, μηδὲν περὶ θεῶν ἀπρεπὲς ἱστοροῦντα [δίχα δὲ τῆς τοιαύτης ἐμπειρίας αἰνιττόμενον].