Ancient Greek
CAPUT LIX.
Heraclitus, Allegoriae (= Quaestiones Homericae) CAPUT LIX.
Not analysed yet
Ἐπὶ τέλει οὖν τῆς Ἰλιάδος καὶ σφόδρα τὸν Ἑρμῆν ἐναργῶς ἀκολουθοῦντα Πριάμῳ δεδήλωκεν, ἀλληγορήσας. οὐδὲν γὰρ ἔοικεν οὕτω πειθήνιον ἀνδράσιν ὀργιζομένοις, οὐκ ἄργνρος, οὐ χρυσὸς, οὐ δώρων πολυτέλεια· μειλίχιον δὲ καὶ προσηνὲς ἱκεσίας ὅπλον ἐστὶν ἡ διὰ τοῦ λόγου πειθώ. Πάνυ γοῦν ἀληθῶς Εὐριπίδης· Οὐκ ἔστι Πειθοῦς ἱρὸν ἄλλο, πλὴν λόγος. Τούτῳ τε Πρίαμος, ὥσπερ ὀχυρᾷ παντευχίᾳ καθώπλισται· ᾧ καὶ μάλιστα τὴν Ἀχιλλέως ἐπέκλασεν ὀργὴν, οὐκ ἐν ἀρχῇ δείξας δώδεκα πέπλους, δώδεκα δ’ ἁπλοΐδας χλαίνας, τά τε λοιπὰ τῶν κομισθέντων δώρων· ἀλλ’ αἱ πρῶται τῆς ἰκεσίας φωναὶ τοὺς ἄρσενας αὐτοῦ θυμοὺς ἐξεθήλυναν· Μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ, Τηλίκου ὥσπερ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ. δι’ ὀλίγου προοιμίου τῶν λόγων συνήρπασεν Ἀχιλλέα, καὶ σχεδὸν ἀντὶ Πριάμου γέγονε Πηλεύς. διὰ τοῦτο ἠλέηται μὲν ἄχρι τραπέζης· λουτροῖς. δὲ κοσμηθὲν ἀποδίδοται τὸ Ἕκτορος σῶμα· τοσοῦτον ἴσχυσεν ὁ τῶν παθῶν ἑρμηνεὺς λόγος, ὃν συναπέστειλεν Ὅμηρος αὐτῷ, τῆς ἱκετείας παράκλητον.