Ancient Greek
CAPUT LXXI.
Heraclitus, Allegoriae (= Quaestiones Homericae) CAPUT LXXI.
Not analysed yet
Τὸν μὲν γὰρ Αἴολον ἐξαιρέτως ἔγωγε νομίζω τὸν ἐνιαυτὸν εἶναι, ταῖς δωδεκαμήνοις τοῦ χρόνου περιόδοις ἐνδεδεμένον. ὠνόμασται γοῦν αἲολος, τουτέστι ποικίλος, ἐπειδήπερ οὐκ ἰσοχρόνῳ καὶ μονοειδεῖ κατὰ πᾶσαν ὥραν τῇ φύσει συνήνωται, διάφοροι δ’ αὐτὸν αἱ παρ’ ἕκαστα μεταβολαὶ ποικίλλουσιν. ἔκ τε γὰρ ἀργαλέου κρύους εἰς πραεῖαν ἡδονὴν ἔαρος γαληνοῦται, καὶ τὸ νοτερὸν τῆς ἐαριζούσης καταστάσεως ἔμπυρος ἡ τοῦ θέρους βία πυκνοῖ. μετόπωρον δὲ, φθινὰς ὥρα καρπῶν ἐτησίων, τὸ θέρειον ἐκλύσασα θάλπος, ὥραις χειμερίαις προοιμιάζεται. ταύτης δὲ τῆς ποικιλίας ὁ ἐνιαυτὸς ὤν πατὴρ, εἰκότως αἴολος ὠνόμασται, παῖδα δ’ αὐτὸν ὠνόμασεν Ἱππότου· τί γὰρ ὀξύτερον χρόνου, ἀεὶ φερομένῳ καὶ ῥέοντι τῷ τάχει τοὺς ὅλους αἰῶνας ἐκμετρουμένου; τί δ’ οὕτω ποδῶκες; δώδεκα δ’ αὐτοῦ παῖδές εἰσιν οἱ μῆνες· Ἓξ μὲν θυγατέρες, ἓξ δ’ υἱέες ἡβώοντες. Τὸ μὲν εὔκαρπον καὶ γόνιμον τῶν τὸ θέρος ἐμπιμπλάντων μηνῶν θηλείᾳ γονῇ προσείκασε, τὸ δὲ στερρὸν καὶ πεπηγὸς τῶν χειμερίων ἠρρένωσεν. οὐκ ἀσεβὴς δ’ οὐδ’ ὁ περὶ τῶν γάμων μῦθος. ἀλλὰ τοὺς ἀδελφοὺς ἀνέμιξε ταῖς ἀδελφαῖς· ἐπειδήπερ ὑπ’ ἀλλήλων συμβέβηκε τὰς ὥρας ὀχεῖσθαι. ταμίας δ’ ἐστὶν ἀνέμων, Ἠμὲν παυέμεναι, ἠδ’ ὀρνύμεν, ὅν κ’ ἐθέλῃσιν. Ἔμμηνοι γὰρ αἱ τούτων φοραὶ, καὶ κατὰ προθεσμίαν πνέουσαι, δεσπότης δ’ ἁπάντων ὁ ἐνιαυτός.