Ancient Greek
CAPUT LXXII.
Heraclitus, Allegoriae (= Quaestiones Homericae) CAPUT LXXII..1
Not analysed yet
Καὶ τὰ μὲν ὑπὲρ Αἰόλου τοιαύτης ἠξίωται φυσιολογίας. ὁ δὲ Κίρκης κυκεὼν ἡδονῆς ἐστὶν ἀγγεῖον, ὃ πίνοντες οἱ ἀκόλαστοι διὰ τῆς ἐφημέρου πλησμονῆς συῶν ἀθλιώτερον βίον ζῶσιν. διὰ τοῦτο οἱ μὲν Ὀδυσσέως ἑταῖροι χορὸς ὄντες ἠλίθιος ἥττηνται τῆς γαστριμαργίας. ἡ δ’ Ὀδυσσέως φρόνησις ἐνίκησε τὴν παρὰ Κίρκῃ τρυφήν. ἀμέλει τὸ πρῶτον ἐκ τῆς νεὼς ἀνιόντι καὶ πλησίον ὄντι τοῖς προθύροις Ἑρμῆς ἐφίσταται, τουτέστιν ὁ ἔμφρων λόγος. ὑφιστάμεθα γοῦν ἐτύμως αὐτὸν Ἑρμῆν λέγεσθαι παντὸς τοῦ νοουμένου κατὰ ψυχὴν ἑρμηνέα τινὰ ὄντα. τετράγωνόν τε ζωγράφων καὶ λιθοξόων χεῖρες αὐτὸν ἐλείαναν, ὅτι πᾶς ὀρθὸς λόγος ἑδραίαν ἔχει τὴν βάσιν οὐκ ὀλισθηρῶς ἐφ’ ἑκάτερα κυλινδούμενος. καὶ μὴν καὶ πτεροῖς ἀνέστεψαν αὐτὸν, αἰνιττόμενοι τὸ παντὸς λόγου τάχος, εἰρήνῃ τε χαίρει· πόλεμοι γὰρ ἥκιστα λόγων ἐνδεεῖς, τὸ γὰρ πλεῖστον ἐν αὐτοῖς κράτος εἰλήχασι χεῖρες. Ὅμηρος δὲ καὶ διὰ τῶν ἐπιθέτων τοῦτ’ ἔοικεν ἡμῖν σαφέστερον ποιεῖν. ἀργειφόντην τε γὰρ αὐτὸν ὀνομάζει, οὐ μὰ Δί’ οὐ τοὺς Ἡσιοδείους μύθους ἐπιστάμενος, ὅτι τὸν βουκόλον Ἰοῦς ἐφόνευσεν, ἀλλ’ ἐπειδὴ μία παντὸς λόγου φύσις, ἐκφαίνειν, ἐναργῶς τὸ νοούμενον, διὰ τοῦτο εἶπεν αὐτὸν ἀργειφόντην. ἐριούνιον δὲ καὶ σῶκον, ἔτι δ’ ἀκάκητα, ὅτι ἐκτὸς τῆς κακίας ὁ λόγος ᾤκισται, σώζει τε πάντα τὸν χρώμενον αὐτῷ καὶ μέγα ὠφέλησεν. τί δὴ οὖν διπλᾶς καὶ διχρόνους διένειμε τῷ θεῷ τιμὰς, τὴν μὲν ὑπὸ γῆν χθονίαν, τὴν δ’ ὑπὲρ ἡμᾶς οὐράνιον; ἐπειδή διπλοῦς ὁ λόγος. τούτων δ’ οἱ φιλόσοφοι τὸν μὲν ἐνδιάθετον καλοῦσι, τὸν δὲ προφορικόν. ὁ μὲν οὖν τῶν ἔνδον λογισμῶν ἐστὶν ἐξάγγελος, ὁ δ’ ὑπὸ τοῖς στέρνοις καθεῖρκται. φασὶ δὲ τούτῳ χρῆσθαι καὶ τὸ θεῖον. μηδενὸς γὰρ ὄντες ἐνδεεῖς τὴν φωνὴν τῆς χρείας ἐν αὐτοῖς στέργουσι. διὰ τοῦτο οὖν Ὅμηρος τὸν μὲν ἐνδιάθετον εἶπε χθόνιον. ἀφανὴς γὰρ ἐν τοῖς τῆς διανοίας βυθοῖς ἀπεσκότωται, τὸν δὲ προφορικὸν, ἐπεὶ πόρρωθέν ἐστι δῆλος, ἐν οὐρανῷ κατῴκισεν. γλῶττα δ’ αὐτῷ θυσία, τὸ μόνον λόγου μέρος, καὶ τελευταίῳ ἐπὶ κοίτην ἰόντες Ἑρμῇ σπένδουσιν, ἐπεὶ πάσης φωνῆς ἔστιν ὅρος ὕπνος. οὗτος οὖν Ὀδυσσεῖ παρέστηκε σύμβουλος ἐπὶ Κίρκην βαδίζοντι. καὶ κατ’ ἀρχὰς μὲν ὑπ’ ὀργῆς τε καὶ λύπης ὧν ἐπύθετο φερόμενος, ἀκρίτως ἐνθουσιᾷ. μετὰ μικρὸν δ’ ἐκείνων τῶν παθῶν μαραινομένων ὑπαναφύεται τὸ μετὰ τοῦ συμφέροντος εὐλόγιστον. ὅθεν Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν αὐτῷ. τὸ μέν γε χρυσοῦν ἀντὶ τοῦ καλοῦ παρείληπται. τὸ δὲ ῥάπτειν μεταφορικῶς ἀντὶ τοῦ συντιθέναι τε καὶ διανοεῖσθαι. λέγει γοῦν ἐν ἑτέροις· κακὰ ῥάπτομεν ἀμφιέποντες. διὰ τοῦτο καὶ μύθους εἶπε πλοκίους, ἐπεὶ λόγος ἐκ λόγου γινόμενος καἱ συρραφεὶς ἑαυτῷ εὑρίσκει τὸ συμφέρον. οὐκοῦν χρυσόρραπιν εἶπε τὸν λόγον ἐκ τοῦ δύνασθαι καλῶς βουλεύεσθαί τε καὶ ῥάπτειν πράγματα. . παραστὰς οὖν οὗτος ὁ λογισμὸς ἀπὸ τῆς ἀκρατοῦς ὀργῆς ἐπέπληξεν αὐτῷ, μάτην κατασπεύδοντι· τίπτ’ αὖτ’ ὦ δύστηνε δι’ ἀκρίας ἔρχεαι οἶος, χώρου ἄιδρις ἐών; ταῦτα πρὸς ἑαυτὸν ἐλάλησεν Ὀδυσσεὺς, μετανοοῦντι λογισμῷ τὴν πρότερον ὁρμὴν χαλινώσας. τὴν δὲ φρόνησιν οὐκ ἀπιθάνως μῶλυ προσεῖπε, μόλις εἰς ἀνθρώπους ἐρχομένην. φύσις δ’ αὐτῆς ῥίζα μέλαινα, γάλακτι δὲ εἴκελον ἄνθος, πάντα γὰρ οὖν συλλήβδην τὰ τηλικαῦτα τῶν ἀγαθῶν τὰς μὲν ἀρχὰς προσάντεις καὶ χαλεπὰς ἔχει· γεννικῶς δ’ ὅταν ὑποστῇ τις ἐναθλήσας τῷ κατ’ ἀρχὰς πόνῳ, τηνικαῦτα γλυκὺς ἐν φωτὶ τῶν ὠφελειῶν ὁ καρπός· ὑπὸ τοῦ τοιούτου φρουρούμενος Ὀδυσσεὺς λογισμοῦ τὰ Κίρκης νενίκηκε φάρμακα.