Ancient Greek
CAPUT LXXIII.
Heraclitus, Allegoriae (= Quaestiones Homericae) CAPUT LXXIII.
Not analysed yet
Μεταβὰς δ’ ἐκ τῶν ὑπὲρ γῆς θεωρημάτων οὐδὲ τὴν ἀφανῆ καὶ νεκρὰν φύσιν εἴασεν ἀναλληγόρητον. ἀλλὰ καὶ τὰ ἐν Ἃιδου συμβολικῶς ἐφιλοσόφησε. Κωκυτὸς οὖν ὁ πρῶτος ὀνομάζεται ποταμὸς, ἐπώνυμον ἀνθρωπίνου πάθους κακόν. θρῆνοι γὰρ ἐπὶ τοῖς τεθνεῶσιν οἱ παρὰ τῶν ζώντων. Πυριφλεγέθοντα δ’ ἐφεξῆς ὀνομάζει. μετὰ γὰρ τὰ δάκρυα ταφαὶ καὶ πῦρ ἀφανίζον, ὅ ἐστι θνητῆς σαρκὸς ἐν ἡμῖν. ἀμφοτέρους δὲ τοὺς ποταμοὺς εἰς ἕνα τὸν Ἀχέροντα συρρέοντας οἶδεν, ἐπείπερ ἐκδέχεται μετὰ τοὺς πρώτους κωκυτοὺς παὶ τὴν ὀφειλομένην ταφὴν ἄχη τινὰ καὶ λῦπαι χρόνιοι, πρὸς ὀλίγας ὑπομνήσεις ἐρεθίζουσαι τὰ πάθη. Στυγὸς δ’ ἀπορρῶγες οἱ ποταμοὶ διὰ τὴν στυγνότητα, καὶ τὴν ἐπὶ τῷ θανάτῳ. κατήφειαν. αἵδης μὲν οὖν ὁ ἀφανὴς τόπος ἐπωνύμως ὠνόμασται. Φερσεφόνη δ’ ἀλληγορικῶς ἡ τὰ πάντα πεφυκυῖα διαφθείρειν, ἐν οἷς οὐκ ὄγχνῃ ἐπ’ ὄγχνῃ γηράσκει μῆλον δ’ ἐπὶ μήλῳ. τὰ δ’ ἐνερριζωμένα πρέμνα τοῖς ἄλσεσιν αἴγειροι καἱ ἰτέαι ὠλεσίκαρποι. τὰς δὲ θυσίας. συνῳκείωσε τῷ τόπῳ. . . . . . τῆς σελήνης ἀμαυρουμένης ὁ τοῦ ἡλίου κύκλος ἀμβλύνεται, καὶ πολλάκις ἄστρων διαφεγγεῖς ὁρῶμεν μαρμαρυγάς. εὐλόγως οὖν τοῦτο Θεοκλύμενος εἶπεν, ὁ τὰ θεῖα κλύων. εὗρε γὰρ ἄξιον τῆς φυσικῆς θεωρίας καὶ τοὔνομα. νυκτὶ μὲν ὑμέων. Εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα. Καὶ μὴν ἐν ταῖς ἐκλείψεσιν αἵματι προσφερὲς χροιᾷ τὸ φαινόμενον. ἐκφοινίσσεται γάρ· διὰ τοῦτο καὶ ἐπήγαγεν· αἵματι δ’ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι. προθεσμία δὲ τῆς ἐκλείψεως, ἣν Ἵππαρχος ἠκρίβωσε κατὰ τὴν ὀνομαζομένην τριακάδα καὶ νουμηνίαν, ἣν Ἀττικῶν παῖδες ἕνην τε καὶ νέαν ὀνομάζουσιν. οὐδ’ ἂν ἄλλην τις εὕροι τῆς ἐκλείψεως ἡμέραν. ὅ τε οὖν Θεοκλύμενος ἱστορεῖ ταῦτα. τίς δ’ ἦν ὁ χρόνος, ἔξεστι παρ’ αὐτοῦ μαθεῖν Ὁμήρου· τοῦ μὲν φθίνοντος μηνὸς, τοῦ δ’ ἱσταμένοιο. τοσαύτη καὶ περὶ τῶν παρακολουθούντων καὶ τῆς προθεσμίας ἡ κατὰ τὴν ἔκλειψιν ἀκρίβεια. τί δεῖ τούτοις ἅπασι προσθεῖναι τὴν ἐπὶ τέλει μνηστηροφονίας παρεστῶσαν Ἀθηνᾶν Ὀδυσσεῖ, τουτέστι τὴν φρόνησιν; εἰ μὲν γὰρ ἐκ τοῦ φανεροῦ καὶ βιαζόμενος ἠμύνατο τοὺς λελυπηκότας, Ἄρης ἀν αὐτῷ συνηγωνίζετο. νῦν δὲ δόλῳ καὶ τέχνῃ περιελθὼν, ἵν’ ἀγνοούμενος ἕλῃ, διὰ συνέσεως κατώρθωσε. ἃ δὴ πάντα καθ’ ἓν ἀθροίσαντες, ἀλληγορίας πλήρη τὴν ὅλην ποίησιν εὑρίσκομεν.