Ancient Greek · ~16 min
CAPUT LXXIV.
Heraclitus, Allegoriae (= Quaestiones Homericae) CAPUT LXXIV..1
Not analysed yet
Ἆρ’ οὖν ἐπὶ τούτοις ὁ μέγας οὐρανοῦ καὶ θεῶν ἱεροφάντης Ὅμηρος, ὁ τὰς ἀβάτους καὶ κεκλεισμένας ἀνθρωπίναις ψυχαῖς ἀτραποὺς ἐπ’ οὐρανὸν ἀνοίξας, ἐπιτήδειός· ἐστι κατακριθῆναι δυσσεβεῖν, ἵνα ταύτης τῆς ἀνοσίου καὶ μιαρᾶς ψήφου διενεχθείσης, ἀναιρεθέντων τε τῶν ποιημάτων, ἄφωνος ἀμαθία τοῦ κόσμου κατασκεδασθῇ, καὶ μήτε νηπίων παίδων χορὸς ὠφελῆται, τὰς σοφίας παρ’ Ὁμήρου πρῶτον ὡς ἀπὸ τιθήνης ποτιζόμενος γάλα, μήτ’ ἀντὶ παίδων οἱ νεανίαι καὶ τὸ παρηβηκὸς ἤδη τῷ χρόνῳ γῆρας ἀπολαύῃ τινὸς ἡδονῆς, πᾶς δ’ ὁ βίος ἀφαιρεθεὶς τὴν γλῶτταν ἐν κωφότητι διάγῃ; Φυγαδενέτω τοίνυν ἀπὸ τῆς ἰδίας πολιτείας Πλάτων Ὅμηρον, ὃς αὑτὸν ἐξ Ἀθηνῶν ἐφυγάδενσεν εἰς Σικελίαν. ἔδει δὲ ταύτης τῆς πολιτείας Κριτίαν ἀπωστὸν εἶναι, τύραννος γὰρ, ἢ Ἀλκιβιάδην, τὸν ἐν παισὶ μὲν ἀπρεπῶς θῆλυν, ἐν δὲ μειρακίοις ἄνδρα, τὸν ἐν συμποσίοις Ἐλευσίνια παίζοντα, καὶ Σικελίας μὲν ἀποστάτην, Δεκελείας δὲ κτιστήν. ἀλλά τοι Πλάτων μὲν Ὅμηρον τῆς ἰδίας ἐξώρισε πόλεως. ὁ δὲ σύμπας κόσμος Ὁμήρον μία φησὶν εἶναι πατρίς· Ὁπποίας τὸν Ὅμηρον ἀναγραψώμεθα πάτρης, Κεῖνον ἐφ’ ὃν πᾶσαι χεῖρ’ ὀρέγουσι πόλεις, ἐξόχως δ’ Ἀθῆναι, αἱ Σωκράτην μὲν ἀρνησάμεναι πολίτην μέχρι φαρμάκου, μίαν δ’ εὐχὴν ἔχουσαι δοκεῖν Ὁμήρου πατρὶς εἶναι. Πῶς γε μὴν αὐτὸς Ὅμηρος ἐμπολιτεύεσθαι τοῖς Πλάτωνος ἂν ἐκαρτέρησε νόμοις, οὕτως ἐναντίᾳ καὶ μαχομένῃ στάσει διῳκισμένων αὐτῶν; ὁ μὲν γὰρ συμβουλεύει κοινοὺς γάμους τε καὶ τέκνα. τῷ δ’ ἄμφω τὰ σωμάτια γάμοις σώφροσι καθωσίωται. διὰ μὲν γὰρ Ἑλένην ἐστρατεύκασιν Ἕλληνες. διὰ Πηνελόπην δ’ Ὀδυσσεὺς πλανᾶται καὶ θεσμοὶ δικαιότατοι δι’ ἀμφοῖν τῶν Ὁμήρου σωματίων παντὸς ἀνθρωπίνου βίου ἐμπολιτεύονται. τοὺς δὲ Πλάτωνος διαλόγους ἄνω καὶ κάτω παιδικοὶ καθυβρίζουσιν ἔρωτες, οὐδαμοῦ δ’ οὐχὶ τῆς ἄρρενος ἐπιθυμίας μεστός ἐστιν ὁ ἀνήρ. Μούσας μὲν Ὅμηρος ἐπικαλεῖται θεὰς παρθένους ἐπὶ τοῖς λαμπροτάτοις τῶν κατορθωμάτων, ὅπου τι καὶ γεννικόν ἐστιν ἐπίτευγμα καὶ τῆς Ὁμηρικῆς θειότητος ἄξιον. . . . . . . . οὐκ ἔλασσον ἢ κατὰ πόλιν διαταττομένη καὶ μεγάλαις ἡρώων ἀριστείαις. συνεχῶς οὖν καθάπερ εἰς χῶρον αὐτῷ συνήθη τὸν Ἑλικώνιον ἐφίσταται λέγων· Ἕσπετε νῦν μοι Μοῦσαι, Ὀλύμπια δώματ’ ἔχουσαι, Οἵτινες ἡγέμονες Δαναῶν καὶ κοίρανοι ἦσαν Ἕσπετε νῦν μοι Μοῦσαι, Ὀλύμπια δώματ’ ἔχουσαι. Ὅστις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίος ἦλθεν· ἢ πάλιν ἡνίκα τῆς Ἀγαμέμνονος ἀνδραγαθίας ἐνάρχεται, τοῖς τρισὶ θεοῖς ἥρωα σύμμορφον ὑμνῶν. ἀλλ’ ὅ γε θαυμαστὸς ἐν τῷ περικαλλεῖ Φαίδρῳ τῆς σώφρονος ὑπὲρ ἐρώτων διακρίσεως ἀρχόμενος ἐτόλμησεν ὡς ὁ Λοκρὸς Αἴας ἐν τῷ παρθενῶνι τῆς ἁγιωτάτης θεᾶς, ἄγος τι Μουσῶν κατασπείσας, τὰς σώφρονας ἔργων ἀσελγῶν καλέσαι βοηθούς. «Ἄγετε δὴ, ὦ Μοῦσαι, εἴτε δι’ ᾠδῆς εἶδος λίγειαι εἴτε διὰ γένος μουσικὸν τὸ Λιγύων ταύτην ἔσχετ’ ἐπωνυμίαν, ξύμ μοι λάβεσθε τοῦ μύθου.” περὶ τίνος, εἴποιμεν ἂν, ὦ θαυμασιώτατε Πλάτων, περὶ οὐρανοῦ καὶ τῆς τῶν ὅλων φύσεως ἢ περὶ γῆς καὶ θαλάσσης; ἀλλ’ οὐδὲ περὶ ἡλίου καὶ σελήνης οὐδὲ περὶ ἀπλανῶν τε καὶ πλανήτων κινήσεως. ἀλλὰ τί τῆς εὐχῆς πέρας ἐστὶν, αἰσχύνομαι καὶ λέγειν· ἦν οὕτω δὴ παῖς καλὸς, μᾶλλον δὲ μειρακίσκος, οὗ πολλοὶ μὲν ἦσαν ἐρασταὶ, εἷς δέ τις αἱμύλος, ὃς ἐπεπείκει αὐτὸν ἐρῶν ὅτι οὐκ ἐρῴη καί ποτε αὐτὸν αἰτῶν ἔλεγεν ὧδε γνμνοῖς τοῖς ὄμμασι τὴν ἀσέλγειαν οὐδ’ εὐπρεπεῖ σχήματι τὸ τοῦ πράγματος αἰσχρὸν ὑποκλέψας. τοιγαροῦν εἰκότως ὁ μὲν Ὁμήρου λόγος ἡρώων ἐστὶ βίος, οἱ δὲ Πλάτωνος διάλογοι μειρακίων εἰσὶν ἔρωτες καὶ πάντα παρ’ Ὁμήρῳ γεννικῆς ἀρετῆς γέμει. φρόνιμος Ὀδυσσεὺς, ἀνδρεῖος Αἴας, σώφρων Πηνελόπη, δίκαιος ἐν ἅπασι Νέστωρ, εὐσεβὴς εἰς πατέρα Τηλέμαχος, ἐν φιλίαις πιστὸς ὁ Ἀχιλλεὺς, ὑπὲρ ὧν παρὰ Πλάτωνι τῷ φιλοσόφῳ ἐξώρισται τῆς πόλεως. πλὴν εἰ μὴ διὰ βίου ὠφέλειαν φήσομεν εἶναι τὰ σεμνὰ τῶν ἰδεῶν τερετίσματα καὶ παρ’ Ἀριστοτέλει τῷ μαθητῇ γελώμενα. διὰ τοῦτο ἀξίας οἶμαι τῶν καθ’ Ὁμήρου λόγων τὰς δίκας ὑπέσχεν, ἀκόλαστον γλῶσσαν ἐχων αἰσχίστην νόσον, ὡς ὁ Τάνταλος, ὡς ὁ Καπανεὺς, ὡς οἱ διὰ γλωσσαλγίαν μυρίαις κεχρημένοι συμφοραῖς. πολλάκις ἐπὶ τὰς τυραννικὰς ἐφθείρετο θύρας, ἐν ἐλευθέρῳ δὲ σώματι δουλικὴν ἠνέσχετο τύχην καὶ μέχρι πράσεως. οὐδ’ εἷς γὰρ ἀγνοεῖ τὸν Σπαρτιάτην Πόλλιν, ᾧ οὐδ’ ὡς Λιβυκοῦ χάρις ἐλέου σέσωσται, καὶ μνῶν εἴκοσι καθάπερ ἀνδράποδον εὐτελὲς ἐτιμήθη, καὶ ταῦτα τῶν εἰς Ὅμηρον ἀσεβημάτων ὀφειλομένην τιμωρίαν ὑποσχὼν ἀχαλίνου γλώσσης.