Ancient Greek · ~7 min
CAPUT LXXV.
Heraclitus, Allegoriae (= Quaestiones Homericae) CAPUT LXXV.
Not analysed yet
Πρὸς μὲν οὖν Πλάτωνα καὶ πλείω λέγειν δυνάμενος ἐῶ, τοὔνομα τῆς Σωκρατικῆς φιλοσοφίας αἰδούμενος. Ὁ δὲ Φαίαξ φιλόσοφος Ἐπίκουρος, ὁ τῆς ἡδονῆς ἐν τοῖς ἰδίοις κήποις γεωργὸς, ὁ πᾶσαν ποιητικὴν ἄστροις σημειωσάμενος, οὐκ ἐξαιρέτως μόνον Ὅμηρον, ἆρ’ οὐχὶ καὶ ταῦθ’ ἃ μόνα τῷ βίῳ παρέδωκε αἰσχρῶς ἀγνοήσας παρ’ Ὁμήρου κέκλοφεν; ἃ γὰρ Ὀδυσσεὺς ὑποκρίσει παρ’ Ἀλκίνῳ μὴ φρονῶν ἐψεύσατο ταῦτα ὡς ἀληθεύων ἀπεφήνατο τέλος βίου, ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα Δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ, Τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι· λέγει δ’ Ὀδυσσεὺς οὐχ ὁ παρὰ Τρωσὶν ἀριστεύων, οὐχ ὁ Θρᾴκην κατασκάπτων οὐδ’ ὁ τὰς παρὰ Λωτοφάγοις ἡδονὰς παραπλέων, οὐδ’ ὁ τοῦ μεγίστου Κύκλωπος ἔτι μείζων, ὃς ἔτι ζῶν εἶδεν αἵδην, οὐχ οὗτος Ὀδυσσεύς ἐστιν ὁ ταῦτα λέγων, ἀλλὰ τὸ βραχὺ τῆς Ποσειδῶνος ὀργῆς λείψανον, ὃν οἱ βαρεῖς χειμῶνες ἐπὶ τὸν Φαιάκων ἔλεον ἐξεκύμηναν. ἃ δὴ παρὰ τοῖς ὑποδεξαμένοις ἐνομίζετο τίμια τούτοις ἐξ ἀνάγκης συγκαταινεῖ, μίαν εὐχὴν πεποιημένος ἣν ἀτυχῶν ἐπαρᾶται· δός μ’ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ’ ἐλεεινόν. ἃ δὴ πραττόμενα φαύλως οὐκ ἐνῆν διδάσκοντα βελτίω ποιεῖν τούτοις διὰ τὸ χρειῶδες ἠναγκάσθη μαρτυρεῖν. Ἀλλ’ ὅγ’ Ἐπίκουρος ἀμαθίᾳ τὴν Ὀδυσσέως πρόσκαιρον ἀνάγκην βίου κατεβάλετο δόξαν, ἃ παρὰ Φαίαξιν ἐκεῖνος ἀπεφήνατο κάλλιστα, ταῦτα τοῖς καλοῖς κήποις φυτὰ ἐμφυτεύσας. Ἐπίκουρος μὲν οὖν οἰχέσθω πλείονας οἶμαι περὶ τὴν ψυχὴν ἐσχηκὼς νόσους ἢ περὶ τὸ σῶμα· τὴν δ’ Ὁμήρου σοφίαν ἐκτεθείακεν αἰὼν σύμπας καὶ προϊόντι τῷ χρόνῳ νεάζουσιν ἀεὶ αἱ ἐκείνου χάριτες. οὐδ’ εἷς δέ ἐστιν ὃς οὐκ εὔφημον ὑπὲρ αὐτοῦ γλῶσσαν ἀνέῳξεν. ἱερεῖς δὲ καὶ ζάκοροι τῶν δαιμονίων ἔτι τῶν αὐτῶν πάντες ἐσμὲν ἐξ ἴσου. Τούσδε δ’ ἔα φθινύθειν, ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν νόσφιν βουλεύωσ’ —ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν. —