Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_HERMESIANAX_CYPRIUS
HERMESIANAX CYPRIUS, Fragmenta 1
Not analysed yet
Γεννᾶται δ ̓ ἐν αὐτῷ λίθος καλούμενος ἀστήρ. Οὗτος εἴωθε νυκτὸς βαθείας πυρὸς δίκην λάμπειν, τοῦ φθινοπώρου τὴν ἀρχὴν λαμβάνοντος· προσαγορεύεται δὲ τῇ διαλέκτῳ τῶν ἐγχωρίων βαλλὴν, ὅπερ μεθερμηνευόμενόν ἐστι βασιλεύς· καθὼς ἱστορεῖ Ἑρμησιάναξ Κύπριος ἐν βʹ Φρυγιακῶν. Praecedunt haec: Παράκειται δ ̓ αὐτῷ ὄρος Βαλληναῖον καλούμενον, ὅπερ ἐστὶ μεθερμηνευόμενον βασιλικὸν, τὴν προσηγορίαν ἔχον ἀπὸ Βαλληναίου, τοῦ Γανυμήδους καὶ Μηδηγίστης παιδός. Οὗτος γὰρ τὸν γεννήσαντα θεασάμενος ἀποτηκόμενον, τοῖς ἐγχωρίοις καὶ Βαλληναῖον ἑορτὴν κατέδειξε μέχρι νῦν καλούμενον.