Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_HERMESIANAX_CYPRIUS
HERMESIANAX CYPRIUS, Fragmenta 2
Not analysed yet
Ἑρμησιάναξ δὲ ὁ Κύπριος ἱστορίας μέμνηται τοιαύτης. Ἑλικὼν καὶ Κιθαιρὼν ἀδελφοὶ τυγχάνοντες διαφόρους ἔσχον τῶν τρόπων τὰς διαθέσεις· ὁ μὲν γὰρ Ἑλικὼν, πρᾳότερος ὑπάρχων καὶ προσηνὴς, συμπαθῶς γηροβοσκεῖ τοὺς γονεῖς· ὁ δὲ Κιθαιρὼν, πλεονέκτης τυγχάνων καὶ θέλων εἰς ἑαυτὸν μεταστῆσαι τὴν οὐσίαν, πρῶτον μὲν ἐφόνευσε τὸν γεννήσαντα, τὸν δ ̓ ἀδελφὸν ἐξ ἐνέδρας κατακρημνίζων καὶ αὐτὸς συγκατηνέχθη. Κατὰ δὲ θεῶν πρόνοιαν εἰς ὁμώνυμα ὄρη μεταμορφηθέντες ἐγένοντο. Κιθαιρὼν μὲν διὰ τὴν ἀσέβειαν Ἐριννύων μυχὸς, Ἑλικὼν δὲ διὰ φιλοστοργίαν Μουσῶν ἐνδιαίτημα.