Ancient Greek
Dfhg-Source dfhg4_HERMESIANAX_CYPRIUS
HERMESIANAX CYPRIUS, Fragmenta 3
Not analysed yet
Ἑρμησιάναξ δὲ ὁ Κύπριος ἱστορίας μέμνηται τοιαύτης· Διόνυσος ἐρασθεὶς Ἀλφεσιβοίας νύμφης, καὶ μήτε δώροις μήτε δεήσεσι πεῖσαι δυνάμενος, εἰς τὴν προειρημένην Τίγριν μετέβαλε τὴν μορφὴν τοῦ σώματος· καὶ φόβῳ πείσας τὴν ἀγπωμένην, ἀνέλαβεν αὐτήν· καὶ διὰ τοῦ ποταμοῦ κομίσας, ἐγέννησεν υἱὸν Μῆδον, ὃς ἀκμάσας εἰς τιμὴν τοῦ συγκυρήματος τὸν ποταμὸν Τίγριν μετωνόμασε· καθὼς ἱστορεῖ Ἀριστώνυμος ἐν γʹ.