Ancient Greek · ~7 min
Περὶ ἐκφράσεως.
Hermogenes, Progymnasmata [Dub.] Περὶ ἐκφράσεως.
Not analysed yet
Ἔκφρασίς ἐστι λόγος περιηγηματικός, ὥς φασιν, ἐναργὴς καὶ ὑπ᾿ ὄψιν ἄγων τὸ δηλούμενον. Γίνονται δὲ ἐκφράσεις προσώπων τε καὶ πραγμάτων καὶ καιρῶν καὶ τόπων καὶ χρόνων καὶ πολλῶν ἑτέρων· προσώπων μέν, ὡς παρʼ Ὁμήρῳ «φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα»· πραγμάτων δὲ οἷον ἔκφρασις πεζομαχίας καὶ ναυμαχίας· καιρῶν δὲ οἷον εἰρήνης, πολέμου· τόπων δὲ οἷον λιμένων, αἰγιαλῶν, πόλεων· χρόνων δὲ οἷον ἔαρος, θέρους, ἑορτῆς. —Γένοιτο δʼ ἄν τις καὶ μικτὴ ἔκφρασις, ὡς παρὰ τῷ Θουκυδίδῃ ἡ νυκτομαχία· ἡ μὲν γὰρ νύξ καιρός τις, ἡ δὲ μάχη πρᾶξις. Ἐπιχειρήσομεν δὲ τὰ μὲν πράγματα ἐκφράζοντες ἀπὸ τῶν προγεγονότων καὶ ἐν αὐτοῖς γινομένων καὶ ἐπισυμβαινόντων· οἷον εἰ πολέμου λέγοιμεν ἔκφρασιν, πρῶτον μὲν τὰ πρὸ τοῦ πολέμου ἐροῦμεν, τὰς στρατολογίας, τὰ ἀναλώματα, τοὺς φόβους, εἶτα τὰς συμβολάς, τὰς σφαγάς, τοὺς θανάτους, εἶτα τὸ τρόπαιον, εἶτα τοὺς παιᾶνας τῶν νενικηκότων, τῶν δὲ τὰ δάκρυα, τὴν δουλείαν. —Ἐὰν δὲ τόπους ἐκφράζωμεν ἢ χρόνους ἢ πρόσωπα, ἕξομέν τινα καὶ ἐκ τῆς διηγήσεως καὶ ἐκ τοῦ καλοῦ ἢ χρησίμου ἢ παραδόξου λόγον. Ἀρεταὶ δὲ ἐκφράσεως μάλιστα μὲν σαφήνεια καὶ ἐνάργεια· δεῖ γὰρ τὴν ἑρμηνείαν διὰ τῆς ἀκοῆς σχεδὸν τὴν ὄψιν μηχανᾶσθαι. ἔτι μέντοι συνεξομοιοῦσθαι τὰ τῆς φράσεως ὀφείλει τοῖς πράγμασιν· ἂν ἀνθηρὸν τὸ πρᾶγμα, ἔστω καὶ ἡ λέξις τοιαύτη, ἂν αὐχμηρὸν τὸ πρᾶγμα, ἔστω καὶ ἡ λέξις παραπλησία. Ἰστέον δέ, ὡς τῶν ἀκριβεστέρων τινὲς οὐκ ἔθηκαν τὴν ἔκφρασιν εἰς γύμνασμα ὡς προειλημμένην καὶ ἐν μύθῳ καὶ ἐν διηγήματι καὶ ἐν τόπῳ κοινῷ καὶ ἐν ἐγκωμίῳ· καὶ γὰρ ἐκεῖ, φασίν, ἐκφράζομεν καὶ τόπους καὶ ποταμοὺς καὶ πράγματα καὶ πρόσωπα. ἀλλʼ ὅμως, ἐπειδή τινες οὐ φαῦλοι καὶ ταύτην ἐγκατηρίθμησαν τοῖς γυμνάσμασιν, οἷς ἠκολουθήσαμεν καὶ ἡμεῖς ῥᾳθυμίας ἔγκλημα φεύγοντες.