Ancient Greek · ~6 min
Περὶ συγκρίσεως.
Hermogenes, Progymnasmata [Dub.] Περὶ συγκρίσεως.
Not analysed yet
8 Ἡ σύγκρισις παρείληπται μὲν καὶ ἐν τόπῳ κοινῷ κατὰ σύγκρισιν ἡμῶν αὐξόντων τὰ ἀδικήματα, παρείληπται δὲ καὶ ἐν ἐγκωμίῳ κατὰ σύγκρισιν ἡμῶν αὐξόντων τὰ χρηστά, παρείληπται δὲ· καὶ ἐν ψόγῳ τὴν αὐτὴν παρεχομένη δύναμιν. ἐπεὶ δὲ οὐ τῶν φαύλων τινὲς καὶ αὐτὴν καθʼ αὐτὴν ἐποίησαν γύμνασμα, μικρὸν περὶ αὐτῆς λεκτέον. Πρόεισι τοίνυν κατὰ τοὺς ἐγκωμιαστικοὺς τόπους· συγκρίνομεν γὰρ καὶ πόλιν πόλει, ἀφʼ ὧν οἱ ἄνδρες, καὶ γένος γένει καὶ τροφὴν τροφῇ καὶ ἐπιτηδεύματα καὶ πράξεις καὶ τὰ ἐκτὸς καὶ τρόπους θανάτων καὶ τὰ μετʼ ἐκεῖνα. —Ὁμοίως δὲ εἰ καὶ φυτὰ συγκρίνοις, ἀντεξετάσεις τοὺς δόντας θεούς, τοὺς τόπους, ἐν οἷς φύεται, τὸ ἥμερον, τὴν χρείαν τῶν καρπῶν καὶ τὰ ἐξῆς. —Ὁμοίως δὲ εἰ καὶ πράγματα συγκρίνοις, ἐρεῖς τοὺς πρώτους ἀψαμένους τῶν πραγμάτων καὶ τοὺς μετιόντας παραθήσεις ἀλλήλοις, ποιότητα ψυχῆς, ποιότητα σώματος. ταὐτὸν δέ σοι καὶ περὶ πάντων κείσθω θεώρημια. Ἐνίοτε μὲν οὖν κατὰ τὸ ἴσον προάγομεν τὰς συγκρίσεις, ἴσα δεικνύντες, ἃ παραβάλλομεν, ἢ διὰ πάντων ἢ διὰ πλειόνων· ἐνίοτε δὲ θάτερον προτίθεμεν, ἐγκωμιάζοντες κἀκεῖνο, οὗ τοῦτο προτίθεμεν· ἐνίοτε δὲ τὸ μὲν ψέγομεν ὅλως, τὸ δὲ ἐπαινοῦμεν, οἷον εἰ λέγοις σύγκρισιν δικαιοσύνης καὶ πλούτου. γίνεται δὲ καὶ πρὸς τὸ βέλτιον σύγκρισις, ἔνθα ἀγὼν τὸν ἐλάττονα ἴσον τῷ κρείττονι δεῖξαι, οἷον εἰ σύγκρισιν λέγοις Ἡρακλέους καὶ Ὀδυσσέως. ἀπαιτεῖ δὲ τὸ τοιοῦτο βίαιον ῥήτορα καὶ δεινότητα, δεῖται δὲ καὶ γοργότητος ἡ ἐργασία πανταχοῦ διὰ τὸ δεῖν ταχείας ποιεῖσθαι τὰς μεταβάσεις.