Ancient Greek · ~8 min
Περὶ ἠθοποιίας.
Hermogenes, Progymnasmata [Dub.] Περὶ ἠθοποιίας.
Not analysed yet
9 Ἠθοποιία ἐστὶ μίμησις ἤθους ὑποκειμένου προσώπου, οἷον τίνας ἂν εἴποι λόγους Ἀνδρομάχη ἐπὶ Ἕκτορι. προσωποποιία δέ, ὅταν πράγματι περιτιθῶμεν πρόσωπον, ὥσπερ ὁ Ἔλεγχος παρὰ Μενάνδρῳ, καὶ ὥσπερ παρὰ τῷ Ἀριστείδῃ ἡ θάλασσα ποιεῖται τοὺς λόγους πρὸς τοὺς Ἀθηναίους. ἡ δὲ διαφορὰ δήλη· ἐκεῖ μὲν γὰρ ὄντος προσώπου λόγους πλάττομεν, ἐνταῦθα δὲ οὐκ ὂν πρόσωπον πλάττομεν. εἰδωλοποιίαν δέ φασιν ἐκεῖνο, ὅταν τοῖς τεθνεῶσι λόγους περιάπτωμεν, ὥσπερ Ἀριστείδης ἐν τῷ Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεσσάρων· τοῖς γὰρ ἀμφὶ τὸν Θεμιστοκλέα περιῆψε λόγους. Γίνονται δὲ ἠθοποιίαι καὶ ὡρισμένων καὶ ἀορίστων προσώπων· ἀορίστων μέν, οἷον ποίους ἂν εἴποι λόγους τις πρὸς τοὺς οἰκείους μέλλων ἀποδημεῖν, ὡρισμένων δέ, οἷον ποίους ἂν εἴποι λόγους Ἀχιλλεὺς πρὸς Δηιδάμειαν μέλλων ἐπὶ τὸν πόλεμον ἐξιέναι. Τῶν δὲ ἠθοποιιῶν αἳ μέν εἰσιν ἀπλαῖ, ὅταν τις αὐτὸς καθʼ ἑαυτὸν ὑποκέηται λόγους διατιθέμενος, αἳ δὲ διπλαῖ, ὅταν πρὸς ἄλλον· καθʼ ἑαυτὸν μέν, οἷον τίνας ἂν εἴποι λόγους στρατηγὸς ἀπὸ τῆς νίκης ἀναστρέφων, πρὸς ἄλλον δέ, οἷον τίνας ἂν εἴποι λόγους στρατηγὸς πρὸς τὸ στρατόπεδον μετὰ τὴν νίκην. Πανταχοῦ δὲ σώσεις τὸ οἰκεῖον πρέπον τοῖς ὑποκειμένοις προσώποις τε καὶ καιροῖς· ἄλλος μὲν γὰρ νέου λόγος, ἄλλος δὲ πρεσβύτου, ἄλλος δὲ γεγηθότος, ἄλλος ἀνιωμένου. Εἰσὶ δὲ αἳ μὲν ἠθικαί, αἳ δὲ παθητικαί, αἳ δὲ μικταί· ἠθικαὶ μέν, ἐν αἷς ἐπικρατεῖ διόλου τὸ ἦθος, οἷον τίνας ἂν εἴποι λόγους γεωργὸς πρῶτον ἰδὼν ναῦν· παθητικαὶ δέ, ἐν αἷς διόλου τὸ πάθος, οἷον ποίους ἂν εἴποι λόγους Ἀνδρομάχη ἐπὶ Ἕκτορι· μικταὶ δὲ αἱ σύνοδον ἔχουσαι ἤθους καὶ πάθους, οἷον τίνας ἂν εἴποι λόγους Ἀχιλλεὺς ἐπὶ Πατρόκλῳ· καὶ γὰρ τὸ πάθος διὰ τὴν τοῦ Πατρόκλου σφαγὴν καὶ τὸ ἦθος, ἐν ᾧ περὶ τοῦ πολέμου βουλεύεται. Ἡ δὲ ἐργασία κατὰ τοὺς τρεῖς χρόνους πρόεισι· καὶ ἄρξῃ γε ἀπὸ τῶν παρόντων, ὅτι χαλεπά· εἶτα ἀναδραμῇ πρὸς τὰ πρότερα, ὅτι πολλῆς εὐδαιμονίας μετέχοντα· εἶτα ἐπὶ τὰ μέλλοντα μετάβηθι, ὅτι πολλῷ δεινότερα τὰ καταληψόμενα. Ἔστω δὲ καὶ σχήματα καὶ λέξεις πρόσφοροι τοῖς ὑποκειμένοις προσώποις.