Ancient Greek
ΜΕΘΟΔΟΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.
Hermogenes, Περὶ τῶν στάσεων 1-2
Not analysed yet
Παντὸς οὑτινοσοῦν προτεθέντος ζητήματος, εἰ συνεστήκοι, ἐπισκοπεῖν δεῖ τὸ κρινόμενον, εἰ ἀφανές ἐστιν ἢ φανερόν. κἂν μὲν ἀφανὲς ᾖ, στοχασμὸς ἔσται· ἔστι γὰρ στοχασμὸς ἀδήλου πράγματος ἔλεγχος οὐσιώδης ἀπό τινος φανεροῦ σημείου ,οἷον πεφώραται τις θάπτων νεοσφαγὲς σῶμα ἐπʼ ἐρημίας καὶ φόνου φεύγει· ἀπὸ γὰρ τοῦ θάπτειν φανεροῦ ὄντος ἀφανές τι πρᾶγμα ζητοῦμεν οὐσιωδῶς τὸ τίς ὁ φονεύσας.