Ancient Greek
ΜΕΘΟΔΟΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.
Hermogenes, Περὶ τῶν στάσεων 2-2
Not analysed yet
Ἂν δὲ φανερὸν τὸ κρινόμενον, πάλιν ἐπισκεπτέον, εἰ τέλειόν ἔστιν ἢ ἀτελές· λέγω δὲ ἀτελές, ᾧ προστεθέντος τινὸς ὡς λείποντος ὄνομά τε εὐθύς γίνεται καὶ οὐκέτι ἔχει ζήτησιν οὐδεμίαν τὸ πρᾶγμα· ἂν γὰρ ᾖ τοιοῦτον, ὁρικὴν ποιήσει τὴν στάσιν· ἔστι γὰρ στάσις ὁρικὴ ὀνόματος ζήτησις περὶ πράγματος, οὗ τὸ μὲν πέπρακται, τὸ δὲ λείπει πρὸς αὐτοτέλειαν τοῦ ὀνόματος· οἷον ἐξ ἱεροῦ ἰδιωτικά τις ὑφείλετο χρήματα, νόμου κελεύοντος τὸν μὲν ἱερόσυλον τεθνάναι, τὸν δὲ κλέπτην διπλᾶ διδόναι, ὡς ἱερόσυλος ὑπάγεται, ὃ δὲ κλέπτης εἶναι λέγει· ἐὰν γὰρ προστεθῇ τὸ καὶ ἱερὰ εἶναι τὰ χρήματα, σαφής γε οὗτος ἱερόσυλος καὶ οὐκέτι ἔχει τὸ πρᾶγμα ζήτησιν.