Ancient Greek · ~5 min
Περὶ μεταλήψεως.
Hermogenes, Περὶ τῶν στάσεων 1-8
Not analysed yet
Ἡ μετάληψις πάλιν ἣ μὲν ἔγγραφός ἐστιν, ἣ δὲ ἄγραφος. καὶ ἡ μὲν ἔγγραφος τελεία τέ ἐστι παραγραφὴ καὶ τὸ πρότερον ζήτημα περὶ μίαν εὑρίσκεται στάσιν τῶν νομικῶν, περὶ ὧν αὐτίκα λέξομεν, ὡς εἴρηται· ἔστι δὲ ὅτε ὁρικῶς τέμνεται τὸ πρότερον ζήτημα· τὸ δὲ μετὰ τὴν παραγραφὴν καθʼ ἑτέραν τινὰ διαιρεθήσεται τῶν λογικῶν στάσεων. οἷον τὸν ἀντιλέγοντα νόμῳ εἴσω τῶν τριάκοντα τοῦ κυρωθῆναι ἡμερῶν ἀντιλέγειν, μετὰ ταῦτα δὲ μὴ ἐξέστω· πρεσβεύοντος τοῦ πένητος ὁ πλούσιος ἐχθρὸς ὢν εἰσήνεγκε νόμον τὸν εἴσω πέντε ταλάντων οὐσίαν κεκτημένον μὴ πολιτεύεσθαι μηδὲ λέγειν, ἐπανῆκε μετὰ τὰς τριάκοντα ὁ πένης καὶ ἀντιλέγειν βούλεται τῷ νόμῳ. ἡ προτέρα ζήτησις κατὰ ῥητὸν καὶ διάνοιαν γίνεται, πότε καὶ τίσιν εἴσω τῶν τριάκοντα ἡμερῶν προστάττει ἀντιλέγειν ὁ νόμος, καὶ ὅτι οὐ τοῖς πρεσβεύουσιν οὐδὲ τοῖς ἀποῦσι καὶ ὅσα ἄλλα τοιαῦτα· ἡ δευτέρα δὲ κατὰ τὴν πραγματικήν, εἰ νόμιμον τὸ εἰσενεχθὲν γράμμα, εἰ δίκαιον καὶ τὰ ἑξῆς. ἐμπέπτωκε δὲ ἐνταῦθα καὶ δεύτερόν τι ὡς παραγραφικόν, οἷον οὐκ ἔχων τὰ πέντε τάλαντα οὐ δύνασαι λέγεινʼ· δῆλον δέ, ὡς καὶ πρὸς τοῦτο ἀπαντήσεται τῇ φύσει τοῦ πράγματος· ἔτι γὰρ τῆς ζητήσεως οὔσης περὶ τοῦ εἰ χρὴ δοκιμασθῆναι αὐτόν, οὐχ οἷόν τε ἤδη ὡς κυρίῳ χρῆσθαι.