Ancient Greek
Περὶ μεταλήψεως.
Hermogenes, Περὶ τῶν στάσεων 2-7
Not analysed yet
Ἡ δὲ ἄγραφος διαιρεῖται προβολῇ, παραγραφικῷ τῷ ἀπὸ τοῦ ῥητοῦ, μεταλήψει, συλλογισμῷ, ὅρῳ, ἀντιθέσει, ἑτέρᾳ μεταλήψει, ἀντιλήψει, θέσει, ποιότητι καὶ γνώμῃ. οἷον ἀριστεύσας τις ᾔτησε πολίτου φόνον καὶ ἔλαβεν, εὕρηται προαπεκτονὼς αὐτὸν καὶ φεύγει φόνου. ἡ προβολὴ ἀνδροφόνος εἶ᾿ . —Τὸ παραγραφικὸν οὐ δώσω λόγον ὑπὲρ τοῦ παραδοθέντος μοι πρὸς ἀναίρεσιν ὑπὸ τοῦ δήμουʼ. —μετάληψις ῾οὐκ ἦν, ὅτε ἀνῃρεῖτο, παραδεδομένοςʼ· τὸ γὰρ κατὰ τὸν χρόνον μεταλαμβάνει δηλαδή, καὶ τὸ μὲν πρᾶγμα συγχωρεῖ, τὸ δὲ περὶ τὸ πρᾶγμα κρίνει· ἐν ᾧ, ὅτι οὐδʼ ἂν ἔδωκεν ὁ δῆμος, εἰ παρῆν καὶ ἀντέλεγεν. —Ὁ συλλογισμὸς ὅτι οὐδὲν διαφέρει ἢ νῦν ἢ τότεʼ· λέγομεν δὲ οὐχ ὡς διαιροῦντες, ἀλλʼ ὡς πρὸς ἔνδειξιν τῆς φύσεως τῶν κεφαλαίων, ἐπεὶ πολλὰ ἔστι τοῖς διαιροῦσιν ἐνταῦθα εἰπεῖν. —Ὁ ὅρος ὅτι πάμπολυ διαφέρειʼ. —ἀντίθεσις ῾ὅπου καὶ ὁ δῆμος αὐτοῦ κατεψηφίσατο, ἄξιος ἦν᾿ . —Ἑτέρα μετάληψις ὅτι ἐχρῆν αὐτὸ τοῦτο εἰπόντα σε, ὡς ἀπέκτεινας καὶ ὅτι ἄξιος ἦν ἀποσφαγῆναι, αἰτεῖν ἄφεσιν. —Οἷς ἀκόλουθος ἡ ἀντίληψις ὅτι ῾ἐξῆν ὅπερ ἐβουλόμην αἰτεῖν, καὶ οὐχ ὑμιᾶς ὁριστὰς δεῖ μοι εἶναι τοῦ τρόπου, καθʼ ὃν ἐχρῆν αἰτεῖνʼ. —Ἡ θέσις, εἰ δεῖ ταῦτα ἐπιτρέπειν ἢ οὐ δεῖ τοὺς ἀρίστους ἐπὶ τοῖς συκοφάνταις ποιεῖνʼ. —Ἡ ποιότης καὶ ἡ γνώμη, ὡς ἐν τοῖς ἔμπροσθεν.