Ancient Greek
11 to 12
Hermogenes, Περὶ τῶν στάσεων 11-2-12
Not analysed yet
Ἡ μὲν δὴ τοῦ τελείου τε καὶ ἁπλοῦ στοχασμοῦ διαίρεσις αὕτη. εἰσὶ δὲ καὶ ἀτελεῖς τινὲς τῶν στοχασμῶν, καὶ αὖ διπλοῖ τέλειοί τε καὶ ἀτελεῖς, ἐν οἷς διπλῇ καὶ τῇ διαιρέσει χρώμεθα· περὶ ὧν λεκτέον. Ἀτελὴς ἐκ μόνων πραγμάτων συνεστώς ἐστιν, ὅταν τὸ πρόσωπον μὴ κρινόμενον ἑνὸς ὄντος τοῦ πράγματος, οἷον θάπτων τις νεοσφαγὲς σῶμα ἐπʼ ἐρημίας πεφώραται καὶ φόνου φεύγει. οὗτος βούλησιν μὲν καὶ δύναμιν οὐκ ἔχει, τοῖς δὲ ἄλλοις διαιρεῖται πᾶσιν ὁμοίως τῷ τελείῳ.