Ancient Greek · ~6 min
ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.
Hermogenes, Περὶ τῶν στάσεων 10-2
Not analysed yet
Ἡ κοινὴ ποιότης οἱ ἐπίλογοί εἰσι καὶ αἱ δευτερολογίαι. γίνονται δὲ ἐν παντὶ ζητήματι, οὐκ ἐν στοχασμῷ μόνον, ὑπὸ μὲν τῶν κατηγόρων τοπικῶς μετὰ τὰς ἀποδείξεις κατατρεχόντων τοῦ ἐγκλήματος, οἷον κατὰ τυράννου ἢ πόρνου ἢ ὅ τι ἂν τὸ ἔγκλημα, καὶ ἐπανακεφαλαιουμένων γε ἕκαστα τῶν ἐπικαίρων, ὡς ὁ Δημοσθένης, οἶον «συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημένα· ἀπέδειξα μηδὲν ἀληθὲς ἀπηγγελκότα α» καὶ τὰ ἑξῆς· ὑπὸ δὲ τῶν φευγόντων ἀνακεφαλαιουμένων μὲν καὶ αὐτῶν ὁμοίως τοῖς ἄλλοις, οὐχ ὁμοίως δὲ χρωμένων, ἀλλʼ ἐλεεινολογουμένων τε καὶ πάθη κινούντων. ἐνταῦθα καὶ παραγωγαὶ χρήσιμοι τῶν παίδων καὶ γυναικῶν καὶ φίλων καὶ ὅσα τοιαῦτα· ἃ ὁ κατήγορος ἀναιρήσει δηλαδὴ τῷ συμφέροντι. κοινὰ δὲ ἀμφοῖν τὰ τελικὰ λεγόμενα κεφάλαια ἐνταῦθα, τὸ νόμιμον, τὸ δίκαιον, τὸ συμφέρον, τὸ δυνατὸν καὶ ἔνδοξον. —Ὅλῶς τε οἱ ἐπίλογοι λαμβάνονται μέν, ἀφʼ ὧνπερ καὶ τὰ προοίμια, καὶ ἰσχύουσί γε τὰ αὐτά· πάθους γὰρ ψυχῆς ἕνεκα εἰσάγεται ἄμφω, οἷον φόβου ἢ ὀργῆς ἢ ἐλέου ἢ φθόνου ἤ τινος τοιούτου. διαφέρει δὲ ἀλλήλων τῷ τὰ μὲν προοίμια παρασκευάζειν πρὸς τὸ δέξασθαι ἢ ἀποθέσθαι τόδε τι πάθος τῆς ψυχῆς, τοὺς δὲ ἐπιλόγους ἢ αὔξειν ἢ μειοῦν διὰ τῶν κεφαλαίων τό τε ἤδη τέλεον ἐξαίρειν. καὶ ἔτι ἐν τούτῳ διαφέρουσιν οἱ ἐπίλογοι καὶ τὰ προοίμια τῷ τοὺς ἐπιλόγους λελύσθαι τε ἤδη κατὰ τὸν ῥυθμὸν καὶ ἐπὶ πλεῖον ἕκαστον προάγεσθαι τῶν εὑρισκομένων, ἀλλὰ μὴ διὰ βραχέων ὥσπερ ἐν τοῖς προοιμίοις· ἀκριβέστερον δὲ ἐν τῷ περὶ προοιμίου λελέξεται ταῦτα.