Ancient Greek
ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.
Hermogenes, Περὶ τῶν στάσεων 17
Not analysed yet
Ἐκ δʼ αὖ μόνων προσώπων διπλοῦς γίνεται στοχασμός, ὅταν μόνα τὰ πρόσωπα κρίνηται, οἷον ἐπὶ μείοις φαρμάκων ἀριστεὺς ἐτελεύτα μητρυιὰν ἔχων καὶ αἰχμάλωτον παλλακίδα, καὶ ἀντεγκαλοῦσιν ἀλλήλαις· ἐνταῦθα μόνη ἡ βούλησις καὶ ἡ δύναμις ἐξετάζεται, ἃ δὴ καὶ φύσει τοῦ προσώπου ἐστὶν ἴδια, τὰ δὲ ἄλλα πάντα ἰσάζει.