Ancient Greek · ~8 min
ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.
Hermogenes, Περὶ τῶν στάσεων 18
Not analysed yet
Ἔστι παρὰ ταῦτα ἕτερα εἴδη στοχασμῶν διπλῶν τρία, οὓς καλοῦμεν συνεζευγμένους, ὅ τε ἐμπίπτων καὶ ὁ προκατασκευαζόμενος καὶ ὁ συγκατασκευαζόμενος. καὶ ὁ μὲν ἐμπίπτων γίνεται, ὅταν ἐν τῇ μεταθέσει τῆς αἰτίας ὁλόκληρόν τι ζήτημα ἐμπέσῃ καὶ ἀναγκαῖον γένηται καὶ αὐτὸ διελεῖν τελείως, οἷον ἔδει τὸν ἁλόντα προδοσίας δεδέσθαι παρὰ τῷ στρατηγῷ, μέχρις ἂν εἴπῃ τοὺς συνειδότας· ἁλούς τις προδοσίας στρατηγὸς ἐδέδετο παρὰ τῷ συστρατήγῳ, ὃ δὲ ἀπέκτεινεν αὐτὸν ὡς ἐπὶ τῇ γυναικὶ εὑρὼν καὶ συνειδότος φεύγει· ἐνταῦθα γὰρ μετὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους χρωμένου τῇ μεταθέσει τῆς αἰτίας τῇ ὅτι ῾μοιχὸν ἀπέκτεινα᾿ τοῦ φεύγοντος, εὕρηται ζήτημα ἕτερον τὸ εἰ ἐκεῖνον εἰκὸς δεσμώτην ὄντα μοιχεῦσαι καὶ εἰ τὴν γυναῖκα εἰκὸς τῷ τοιούτῳ ἑαυτὴν ἐπιδοῦναι, καὶ μετὰ τὴν τούτου διαίρεσιν πάλιν ἐπὶ τὴν τοῦ προτέρου στοχασμοῦ πιθανὴν ἀπολογίαν ὁ φεύγων ἥξει. —Προκατασκευαζόμενος δὲ γίνεται, ὅταν πρὸ τοῦ ζητήματος ἕτερον ἀναγκαῖον ᾖ προκατασκευασθῆναί τι πρᾶγμα στοχαστικῶς ὡς ἂν ἢ οὐκ ὄν, οἷον πλούσιος στρατηγὸς πένητος ἐχθροῦ παῖδας τρεῖς ὡς προδιδόντας συνέλαβε καὶ τοὺς μὲν δύο μηδὲν ὁμολογήσαντας ἐν ταῖς βασάνοις ἀπέκτεινε, τὸν δὲ τρίτον πρὸ τῶν βασάνων ὁμολογήσαντα προδιδόναι, καὶ μὴ ἐπεξιόντα τὸν πατέρα κρίνει συνειδότος· ὑφʼ ἑκατέρου γὰρ δεῖ πρότερον συσταθῆναι τοῦ μὲν πλουσίου τὸ εἶναι ἐκείνους προδότας, τοῦ δὲ πένητος τὸ μὴ εἶναι, μεθʼ ὃ κατὰ συγχώρησιν δοὺς τὸ καὶ προδεδωκέναι ἐκείνους ὁ πένης τὸ καθʼ ἑαυτὸν ἀπολογήσεται. —Συγκατασκευαζόμενος δὲ γίνεται, ὅταν τὰ σημεῖα τοῦ πράγματος διʼ ἀλλήλων κατασκευάζηται, οἷον ἔδει τοὺς δεσμώτας λελύσθαι τοῖς Θεσμοφορίοις· μοιχείαν ὑπονοήσας τις πρὸς τὸν οἰκέτην τῆς γυναικὸς δήσας ἐκεῖνον ἀπεδήμησε, λυθεὶς τοῖς Θεσμοφορίοις ὑπὸ τῆς γυναικὸς ἀπέδρα ὁ οἰκέτης, μετὰ ταῦτα εὕρηται ὁ ἀνὴρ πεφονευμένος, καὶ συνειδότος ἡ γυνὴ φεύγει· τό τε γὰρ ὑπὸ τοῦ οἰκέτου αὐτὸν πεφονεῦσθαι διὰ τῆς μοιχείας κατασκευάζεται τό τε εἶναι τὴν μοιχείαν διὰ τοῦ ὑπʼ ἐκείνου αὐτὸν ἀνῃρῆσθαι καὶ ὅλως διʼ ἀλλήλων, δῆλον δὲ ὅτι καὶ μετὰ τῶν ἄλλων, τῆς τε ὑπονοίας τοῦ ἀνδρὸς καὶ τοῦ λῦσαι αὐτὸν τὴν γυναῖκα καὶ εἴ τι εἴη ἕτερον. διαφέρει δὲ τοῦ προκατασκευαζομένου, ὅτι ἐκεῖ μὲν κεχώρισται ἀλλήλων τὰ ζητήματα, ἐνταῦθα δὲ διʼ ἀλλήλων κατασκευάζεται πάντα.