Ancient Greek · ~6 min
Περὶ ἀμφιβολίας.
Hermogenes, Περὶ τῶν στάσεων 2-11
Not analysed yet
Πρὸς οὖν ἐπίσκεψιν τῶν κεφαλαίων ἔστω ζήτημα τόδε· ἑταίρα χρυσία εἰ φοροίη, δημοσια ἔστω, πεφώραται φοροῦσά τις ἑταίρα χρυσία καὶ δημοσίαν τίς φησιν αὐτὴν εἶναι, ἣ δὲ οὐκ αὐτὴν εἶναι δημοσίαν φησί, τὰ χρυσία δέ. ἡ προβολὴ τοῦ ῥητοῦ ῾δημοσίαν σε εἶναι κελεύει ὁ νόμοςʼ. —Ἡ ἑτέρα προβολὴ κατὰ τὸ ἀμφίβολον οὐκ ἐμὲ ἀλλὰ τὰ χρυσία᾿ . —Ἡ γνώμη τοῦ νομοθέτου ὑπʼ ἀμφοῖν πρὸς τὸ λυσιτελοῦν ἐξετάζεται, οἷον τιμωρίας ἄξιον τοῦτο ὑπέλαβεν ὁ νομοθέτηςʼ, καὶ ὃ μὲν ἐρεῖ ὅτι ῾τῆς μεγίστηςʼ, ἣ δὲ ὅτι ῾τιμωρίας μὲν ἀλλὰ μετρίας, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἀδικημάτων κατὰ λόγον τὰς τιμωρίας ἔταξε᾿ . —Τὸ περιέχον καὶ περιεχόμενον, ὅτι τῆς μὲν ἑταίρας δημοσίας γενομένης καὶ τὰ χρυσία ἔσται δημόσια, τῶν δὲ χρυσίων μόνων γενομένων δημοσίων ἡ ἑταίρα ἀφεῖται. —Ἡ ἀντίθεσις εὐθύς ἕπεται· ἔστι γὰρ οἷον ἀντεγκληματική, κατὰ ἑταίρας λόγον περαίνοντος τοπικῶς τοῦ κατηγόρου. —Ἧι πάλιν ἕπεται ἡ μετάληψις, οἷον ῾εἰ καὶ ἑταίρα, ἀλλʼ ἰδίαν ἔχουσά γε τῆς προαιρέσεως ταύτης ἐπιτιμίαν τὸ μὴ ὁμοίαν εἶναι ταῖς ἐλευθέραις μηδὲ τῶν αὐτῶν ἀξιοῦσθαιʼ, καὶ ἅμα ἐλεεινολογήσεται δηλαδὴ πενίαν προβαλλόμενος ἤ τι τοιοῦτον ὁ λέγων ὑπὲρ αὐτῆς. —Ἡ ποιότης καὶ ἡ γνώμη ὡς ἐν τοῖς ἔμπροσθεν. συμβέβηκε δὲ ἐν τούτῳ τῷ ζητήματι καὶ πλείονά γε τὴν ἐξέτασιν τῆς γνώμης εἶναι, εἰ καταφρονήσασα ἢ ἄλλως ἀγνοήσασα τὸν νόμον ἐφόρεσε τὰ χρυσία.