Ancient Greek · ~2 min
Περὶ ἀμφιβολίας.
Hermogenes, Περὶ τῶν στάσεων 1-12
Not analysed yet
Ἡ ἀμφιβολία διαιρεῖται προβολῇ ῥητοῦ, ἑτέρᾳ τοῦ αὐτοῦ ῥητοῦ προβολῇ κατὰ τὸ ἀμφίβολον, διανοίᾳ τοῦ νομοθέτου, τῷ περιέχοντι καὶ περιεχομένῳ, ἀντιθέσει, μεταλήψει, θέσει, ποιότητι καὶ γνώμῃ. —Εἰδέναι δὲ χρή, ὅτι, εἰ μὲν αὐτοτελὲς ζήτημα ἡ ἀμφιβολία εἴη, γλίσχρον αὐτὸ ἀνάγκη εἶναι καὶ κατὰ τὴν διαίρεσιν ὡσαύτως ὑπόψυχρον· μέρος δὲ εἰ γένοιτο ζητήματος, χρήσιμον τὸ περὶ τὴν διαίρεσιν αὐτῆς γίγνεται. ἐν δὲ τοῖς ἀπὸ χρησμῶν καὶ λογίων πλαττομένοις ζητήμασι πᾶσι τοῦθʼ ὅπερ ἐστὶν εὑρίσκεται.