Ancient Greek
ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.
Hermogenes, Περὶ τῶν στάσεων 2-3
Not analysed yet
Τὸ παραγραφικὸν γίνεται κατὰ τρόπους τέσσαρας· ἤτοι ἀπὸ τοῦ λείποντος, οἷον ἀσώτου πατὴρ ἀφανὴς γέγονε, καὶ φόνου φεύγει· ἀξιώσει γὰρ δεικνύναι πρῶτον, εἰ ἀνῄρηται. ἢ ἀπὸ τοῦ ὑπερβάλλοντος, οἷον δέκα νέοι συνώμοσαν μὴ γῆμαι καὶ φεύγουσι κακοῦ βίου· ἕκαστος γὰρ αὐτῶν ἀξιώσει κρίνεσθαι ἰδίᾳ. ἢ ὅτι, ἀφʼ ὧν ἕτεροι πεποιήκασιν, οὐ δεῖ κρίνεσθαι, ὡς ὁ τρισαριστεύς, οὗ εἰκόνα ἔστησαν οἱ πολέμιοι, προδοσίας φεύγων. ἢ κατὰ χρόνον, οἷον δειλοῦ παῖς ἠρίστευσε, καὶ μοιχείας κρίνει τὴν γυναῖκα· τοσούτοις γάρ φησιν ὕστερον χρόνοις μὴ δεῖν κρίνεσθαι. —Τοῦτο δὲ ἀπὸ μὲν ῥητοῦ τινος εἰ γίγνοιτο, ἰσχυρόν ἐστι καὶ τελεία γίνεται παραγραφή· ἄλλως δὲ ἀσθενὲς μέν ἐστι, συλλαμβάνει δʼ οὖν τι σμικρὸν τῷ χρωμένῳ. τοῦ δὲ ἀπὸ ῥητοῦ παράδειγμα, ὃ δή φαμεν τελείαν εἶναι μετάληψιν καὶ παραγραφήν· κριθείς τις φόνου ἀπέφυγεν, ὕστερον χρωμένῳ αὐτῷ ὁ θεὸς ἀνεῖλεν ῾ἀνδροφόνοις οὐ χρῶʼ, καὶ πάλιν φεύγει· ῾δὶς γὰρ περὶ τῶν αὐτῶν, κωλύουσιν οἱ νόμοι κρίνεσθαιʼ, παραγράφεται οὖν καὶ γίνεται τὸ πρῶτον ζήτημα νομικὸν ἐκ παραγραφῆς.