Ancient Greek · ~6 min
ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.
Hermogenes, Περὶ τῶν στάσεων 3-2
Not analysed yet
Ἡ τῶν ἐλέγχων ἀπαίτησις διπλῆ ἐστιν· ἢ γὰρ εἰσὶν οἱ μάρτυρες ἢ οὔ· οἷον μνωμένῳ τινὶ κόρην ἡ μήτηρ ἔφη τῆς κόρης θᾶττον τεθνήξεσθαι αὐτὴν ἢ ἐκείνῳ δοθήσεσθαι, ἀπέθανεν ἐπὶ σημείοις φαρμάκων ἡ παῖς, εἶτα βασανίζων ὁ πατὴρ τὰς θεραπαινίδας περὶ μὲν τῆς φαρμακείας ἀκήκοε πλέον οὐδέν, μοιχείαν δὲ τῆς γυναικὸς πρὸς τὸν μνηστῆρα, καὶ φαρμακείας κρίνει τὴν γυναῖκα. ἐνταῦθα γὰρ εἰσὶν οἱ μάρτυρες, αἱ θεραπαινίδες δηλονότι· οὔκουν ἀπαιτήσει τούς μάρτυρας, ἀλλὰ διαβαλεῖ, ὅτι μὴ δεῖ πιστεύειν ῾φύσει γὰρ ἐχθρὸν τὸ δοῦλον τοῖς δεσπόταιςʼ, καὶ ὅτι ῾οὐδὲ τοὺς ἐλευθέρους πάντας ἀξιοπίστους ὑπολαμβάνοντες σχολῇ γʼ ἂν τοῖς δούλοις πιστεύσαιμενʼ, καὶ πλείονα δʼ ἂν εὕροις. δεῖ δὲ καὶ ἀντιτιθέναι τοῖς μάρτυσι τοὺς μάρτυρας, πότεροι μᾶλλον ἀξιοπιστότεροι, καὶ ἀντεξετάζειν, ὡς ἐν τῷ Κατὰ Κόνωνος ὁ Δημοσθένης. τουτὶ γάρ σοι καθόλου περὶ μαρτύρων ἔστω τεχνικὸν θεώρημα, ἢ διαβάλλειν αὐτούς, ὅτι πρὸς χάριν ἢ διʼ ἔχθραν ἢ διά τινα οἰκειότητα αὐτοῦ μαρτυροῦσιν ἢ διὰ κέρδος τι οἰκεῖον, ἢ διὰ τὸ μὴ εἶναι διʼ ἡλικίαν ἀξιοπίστους. —Εἰ δὲ μὴ εἶεν μάρτυρες, ὁ μὲν φεύγων χρήσεται ἀπαιτῶν αὐτοὺς τοῖσδε· προσώπῳ οἷον ῾τίς ὁ δούςʼ, πράγματι οἷον ῾τί δούςʹ, τόπῳ οἷον ῾ποῦʼ, τρόπῳ οἷον ῾πῶςʼ, χρόνῳ οἷον ῾πότε᾿ . αἰτίᾳ οἷον ῾διὰ τί ᾿,καὶ τούτοις χρήσεται πᾶσιν ἢ τοῖς ἐμπίπτουσιν· ὁ δὲ κατηγορῶν ἀποφανεῖ τὸν διὰ τῶν πραγμάτων ἔλεγχον ἀξιοπιστότερον τοῦ διὰ τῶν μαρτύρων ῾οὔτε γὰρ πεπεισμένα τὰ πράγματα οὔτε χαριζόμενά τῳ λέξει, ὥσπερ οἱ μάρτυρες πολλάκις, ἀλλʼ οἷα ἔστι φύσει, τοιαῦτα καὶ ἐξεταζόμενα φαίνεταιʼ.