Ancient Greek · ~10 min
Περὶ ἀντιλήψεως.
Hermogenes, Περὶ τῶν στάσεων 2-5
Not analysed yet
Ἡ προβολὴ γίνεται, ὡς καὶ ἐν τῷ ὅρῳ. —Τὸ δὲ μόριον τοῦ δικαίου ταὐτὸν μέν ἐστι τῇ ἀντιλήψει, διαφέρει δέ, ὅτι ἐνταῦθα μὲν ἄνευ τε κατασκευῆς ἁπλῶς κατʼ ἀρχὰς τίθεται καὶ ἐν παραγραφικοῦ μοίρᾳ, ἐκεῖ δὲ ὡς ἑτέρως· οἷον ζωγράφος ναυάγια γράψας πρὸ τῶν λιμένων ἀνέθηκε καὶ μηδενὸς καταίροντος δημοσίων ἀδικημάτων φεύγει· ἡ μὲν προβολὴ φανερά, τὸ δὲ μόριον τοῦ δικαίου, εἰ μὴ δεῖ ἐπὶ τούτοις κρίνεσθαι, ἃ μηδεὶς κεκώλυκε νόμος. —Τὸ πρόσωπον ῾εἰ καὶ δεῖ, ἀλλὰ δημοσίων γε οὐ τοὺς ἰδιώτας, τοὺς δὲ ῥήτορας ἢ τοὺς πρεσβευτὰς ἢ τοὺς στρατηγοὺς ἢ τὰ ὅμοια· οὗτοι γὰρ καὶ δύναιντʼ ἂν ἀδικεῖν δημοσίᾳ, ὅτι καὶ δημόσια πράττουσιν, οἱ δὲ ἰδιῶται οὐδένʼ. —Ὁ ὅρος ὅτι ῾ἐπʼ ἄλλοις αἱ τῶν δημοσίων ἀδικημάτων γραφαί, οἷον ναῦς προδοῦναι, τείχη, συμμάχους καὶ τὰ ὅμοιαʼ. —Ἕπεται οὖν ἀναγκαίως ὁ συλλογισμὸς ῾καὶ ταῦτα κἀκεῖνα δημόσιον ἀδίκημα καὶ οὐδὲν διαφέρει· πλειόνων γὰρ ὄντων τρόπων, καθʼ οὓς ἄν τις ἀδικήσειεν, οὐκ, εἰ μὴ κατὰ πάντας τις ἀδικεῖ, διὰ τοῦτο ἀθῷος ἔσται, ἀλλʼ εἰ καὶ καθʼ ἕνα, δώσει δίκην᾿ ,καὶ ἐπιχειρήσει δηλαδή. —Γνώμῃ νομοθέτου, εἰ ἐμπίπτοι, χρήσεται ἑκάτερος πρὸς τὸ λυσιτελοῦν. —Ἡ πηλικότης, ὅτι μέγα τὸ γεγονός. —Τὸ πρός τι, ὅτι μεῖζον ἢ ἃ προβάλλεται, οἷον τοῦ τὰς ναῦς ἢ τὰ τείχη προδοῦναι τὸ ἐν σπάνει πάντων καταστῆσαι τῶν ἀναγκαίων μηδενὸς καταίροντος τῶν ἐμπόρων. —Ἐν δὲ τούτοις, λέγω τῇ πηλικότητι καὶ τῷ πρός τι, τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐμπίπτει ἀναγκαίως. —Πρὸς ἃ ἡ ἀντίληψις, ὡς ἐμάθομεν ἐν στοχασμῷ, ὅτι ‘ἔξεστι καὶ οὐδεὶς κεκώλυκε νόμος’. —Εἶθ᾿ ἡ μετάληψις, ἐνστάσει μέν, εἰ ἐγχωροίη, ὅτι ‘οὐδὲ ἐξεστιν’ ,ἀντιπαραστάσει δὲ ὅτι ‘εἰ καὶ ἔξεστιν, ἀλλ᾿ οὐκ ἐπὶ τούτοις οὐδὲ τοιαῦτα’ . —Ἡἀντίθεσις ἐπὶ τούτου ἀντιστατικὴ γίνεται, οἷον ‘ὑπὲρ τῶν πλεόντων πεποίηκα, ἵνα εἰδότες, οἵοις εἰκὸς αὐτοὺς περιπίπτειν κακοῖς, εἰ παρὰ καιρὸν πλέοιεν, φυλάττοιντο’ . —Ἑτέρα μετάληψις ‘ἄλλως ἔδει συμβουλεύειν’ . —Καὶ τοίνυν εἰ ὁ διώκων κέχρηται μεταλήψει, χρήσεται καὶ ὁ φεύγων πάλιν ἀντιλήψει, οἷον ‘ἕκαστος, ὡς δύναται, συμβουλεύει καὶ οὐ κεκώλυται, ὁ ῥήτωρ τοῖς λόγοις, τῇ τέχνῃ ὁ ζωγράφος’ . —Καὶ γίνεται ἡ θέσις ἀκόλουθος· ἡ γὰρ θέσις ἔστι νῦν ὅτι ‘ἕκαστον δεῖ, ὡς δύναται, χρήσιμον γίνεσθαι τῇ πόλει’ . καὶ ὁ κατήγορος δὲ αὐτῇ χρήσεται ἔστιν ὅτε ἀναστρέψας, οἷον εἰ μὴ δεῖ ταῖς τέχναις ἁπλῶς καταχρῆσθαι ἐπὶ λύμῃ τῶν κοινῶν. —Ἡ ποιότης καὶ ἡ γνώμη ὡς ἐξετάζεται, ἐν ὅρῳ μεμαθήκαμεν. Ταυτὶ δὲ οὐχ ὡς διαιροῦντες εἴπομεν —πολλὰ γὰρ παρεῖται —,ἀλλʼ ὅσον ἐνδείξασθαι τὴν φύσιν τῶν κεφαλαίων.