Ancient Greek
Περὶ ἀντιλήψεως.
Hermogenes, Περὶ τῶν στάσεων 3-4
Not analysed yet
Ἔστι καὶ ἀντιλήψεων εἴδη πλείονα· καὶ ἁπλαῖ μὲν αὐτῶν δύο, διπλαῖ δʼ αὖ προηγουμένως μὲν δύο, γίνονται δʼ αὖ καὶ ἐπιπλοκαί τινες, ὡς καὶ πλείους εὑρίσκεσθαι. ἀλλὰ τὰ προειρημένα γε εἴδη μόνα μαθοῦσιν ὑπάρχει μὴ σφάλλεσθαι τῆς ὀρθῆς διαιρέσεως μηδὲ ἐν ἐκείνοις. διὸ καὶ περὶ τούτων λέξομεν.