Ancient Greek · ~1 min
ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.
Hermogenes, Περὶ τῶν στάσεων 20
Not analysed yet
Τάχα δʼ ἂν παρὰ ταῦτα καὶ ἄλλα εἴδη στοχασμῶν εὑρεθείη, περιττὸν δὲ εἰς ἄπειρον περιεργάζεσθαι· νομίζω γάρ, ὁποῖον ἂν γένηται ἄλλο, διὰ τούτων πως συμπλεκόμενον εὑρίσκεσθαι, καὶ δῆλον, ὡς τοῖς τὰ τοιαῦτα ἐπεσκεμμένοις οὐ χαλεπὴ γενήσεται καὶ ἡ ἐν ἐκείνοις διαίρεσις.