Ancient Greek
ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.
Hermogenes, Περὶ τῶν στάσεων 19
Not analysed yet
Ὁ ἀπὸ γνώμης παρὰ τούτους ἐστὶ στοχασμός, ὃς ψιλῇ τῇ γνώμῃ ἐξετάζεται, φανεροῦ ὄντος καὶ τοῦ πράγματος καὶ τοῦ πράξαντος, οἷον ἐν δόξῃ μανίας μητρυιὰ τὸν μὲν υἱὸν ἔτρωσε, τὸν δὲ πρόγονον ἀπέκτεινε, καὶ ἀνενεγκοῦσα φεύγει φόνου. διαφέρει δὲ συγγνώμης ὁ τοιοῦτος στοχασμός, ὅτι ἐκεῖ μὲν ἔφʼ ὃ μεθίστησιν ὡμολόγηται, οἷον ἔλεος ἢ βάσανοι καὶ τὰ τοιαῦτα, ἐνταῦθα δὲ εἰ μέμηνε ζητεῖται δήπου ἢ οὔ.