Ancient Greek
Περὶ τῶν ἀντιθετικῶν, ἀντιστάσεως, ἀντεγκλήματος, μεταστάσεως, συγγνώμης.
Hermogenes, Περὶ τῶν στάσεων 3-5
Not analysed yet
Ἐπειράθησαν δὲ τινὲς τῶν ἐπιγραψαμένων Τέχνην ῥητορικὴν τὸ περὶ διαιρέσεως μέρος αὐτῆς εἴδη τινὰ εἰπεῖν ἀντιστάσεων καὶ νὴ Δία γε τῶν ἄλλων ἀντιθετικῶν στάσεων, οὐχ ἵνα διάφορόν τινα οὖσαν τὴν διαίρεσιν ἐν αὐταῖς διδάξωσιν ἡμᾶς, καθάπερ ἡμεῖς ἔν τε ἀντιλήψει καὶ ἄλλοις πεποιήκαμεν —ἡ γὰρ ἂν ἴσως τινὸς ἦν ἄξιον —,ἀλλʼ ὅτι, φασίν, ἣ μὲν ἰδιωτική, ἣ δὲ δημοσία, ἣ δὲ μικτή ἐστι, καὶ τοιαῦτά τινα. τὸ δὲ αὐτὸ ἁμάρτημα κἀνταῦθα τῷ ἐν τοῖς περὶ ἰδεῶν καὶ τρόπων· τουτὶ γὰρ πάλιν τοῖς μὲν περὶ ἰδιωτικοῦ καὶ δημοσίου λόγου ἐπεσκεμμένοις χρήσιμον, θαυμάζω δέ, εἰ ἐγχωρεῖ τὸν περὶ διαιρέσεως ἔτι τοιαύτης ἀγνοοῦντα ἐκεῖνα εἰδέναι· μὴ γινώσκοντι δὲ τί ἂν ὄφελος γένοιτο τῆς διαφορᾶς τῶν ζητημάτων, ὅ τι ἰδιωτικὸν ἢ ὅ τι δημόσιόν ἐστιν;