Ancient Greek · ~3 min
Περὶ τῶν ἀντιθετικῶν, ἀντιστάσεως, ἀντεγκλήματος, μεταστάσεως, συγγνώμης.
Hermogenes, Περὶ τῶν στάσεων 4-6
Not analysed yet
Ἔτι τὴν συγγνώμην ἀπὸ τῆς μεταστάσεως οὐ τῷ ἀνευθύνῳ καὶ ὑπευθύνῳ ἐχώρισαν τινές, ἀλλὰ ἀπλῶς τὰ μὲν εἴς τι τῶν ἔξωθεν μεθιστάντα τὸ ἀδίκημα πάντα μεταστατικὰ εἰρήκασιν εἶναι, ἐάν τε χειμὼν ἐάν τε βάσανοι ἐάν τε ἄλλο τι τοιουτότροπον ᾖ, τὰ δὲ εἰς ἴδιόν τι πάθος ψυχῆς μόνα συγγνώμης εἶναι ὡρίσαντο, οἷον ἔλεον ἢ ὕπνον ἢ εἴ τι τοιοῦτον. καὶ ἴσως ταῦτα οὐ κακῶς· διαφέρει δὲ οὐδὲν πλὴν τοῦ ὀνόματος τῆς συγγνώμης, ᾧ κἀν ταῖς μεταστάσεσι πολλάκις ἄν τις χρήσαιτο καλῶς, κἀν ταῖς ὁμολογουμέναις συγγνώμαις πάλιν αὖ τῇ μεταστάσει τοὐναντίον χρήσεται. τουτὶ δὲ οὐ τοῦ διαιρετικοῦ εἴδους οἶμαι, τοῦ δὲ τοῖς καιροῖς εἰδέναι χρῆσθαι καὶ μεθοδεύειν ὀρθῶς τὰ νοήματα.