Ancient Greek · ~3 min
Περὶ πραγματικῆς.
Hermogenes, Περὶ τῶν στάσεων 3-6
Not analysed yet
Τὸ τοίνυν νόμιμον ἐν μὲν τῇ ἐγγράφῳ μιᾷ τῶν νομικῶν ὑποπίπτει στάσεων καὶ κατʼ αὐτήν γε διαιρεθήσεται· αὐτίκα δὲ περὶ τῶν νομικῶν στάσεων λέξομεν. —Ἐν δὲ τῇ ἀγράφῳ τὸ ἔθος ὡς νόμιμον ἐξεταστέον, οἷον ὅτι ῾καινὰ ἀξιοῖς καὶ οἷα καὶ ὅσα οὐδείς πω πρότερονʼ. ταῦτα δὲ πάλιν· ἐνστάσει καὶ ἀντιπαραστάσει μεθοδεύσομεν, ἀντιπαραστάσει μέν, οἷον Κλέων ἀξιοῖ μετὰ τὰ ἐν Πύλῳ Πύθιος καλεῖσθαι· καινὰ ἀξιοῖςʼ· καινὰ ἀξιῶ· καινὰ γὰρ καὶ τὰ πεπραγμένα᾿ . ἐνστάσει δὲ εἶτα μέντοι οὐδὲ καινά· καὶ γὰρ καὶ Περικλῆς Ὀλύμπιος ἐκλήθη᾿ . ποτέρῳ δὲ πρότερον χρηστέον, τῇ ἐνστάσει ἢ τῇ ἀντιπαραστάσει, οἱ καιροὶ διδάσκουσιν, ὡς καὶ ἐν στοχασμῷ διωρισάμεθα.