Ancient Greek · ~1 min
1 to 2
Hermogenes, Περὶ τῶν στάσεων 1-7-2
Not analysed yet
Ἡ πραγματικὴ διαιρεῖται νομίμῳ, δικαίῳ, συμφέροντι, δυνατῷ, ἐνδόξῳ, τῷ ἐκβησομένῳ. Ἔστι δὲ ἣ μὲν ἔγγραφος, ἣ δὲ ἄγραφος· ἔγγραφος μὲν ἡ ἀπὸ ῥητοῦ τὸ ζήτημα ἔχουσα, οἷον ἐν τρισὶν ἡμέραις περὶ πολέμου βουλεύεσθαι νόμος ἐκέλευεν, · Ἐλάτειαν ἔχοντος Φιλίππου γράφει Δημοσθένης αὐθημερὸν ἐξιέναι· ἄγραφος δὲ ἡ μὴ ἀπὸ ῥητοῦ, οἷον ἀξιοῖ μετὰ τὰ κατὰ Πύλον Κλέων Πύθιος καλεῖσθαι.