Ancient Greek · ~3 min
Περὶ ἀκτινομίας.
Hermogenes, Περὶ τῶν στάσεων 3-7
Not analysed yet
Ἀπὸ δὲ τοῦ παραδείγματος ἔσται φανερὰ πάντα, οἷον ὁ ἀποκήρυκτος μὴ μετεχέτω τῶν πατρῴων καὶ ὁ ἐπιμείνας χειμαζομένῃ νηὶ δεσπότης ἔστω τῆς νεώς, ἀποκήρυκτος ἐπιμείνας πατρῴᾳ νηὶ χειμαζομένῃ κωλύεται δεσπόζειν αὐτῆς. ἡ προβολὴ τοῦ ῥητοῦ ῾ἀποκηρύκτῳ ὄντι σοι οὐ μέτεστι τῶν πατρῴωνʼ. —Ἡ διάνοια ῾τότε λέγει δήπουθεν, ὅταν ὡς κληρονομήσων, ὅταν ὡς διαδεξόμενός τι τῶν τοῦ πατρὸς κατὰ τοὺς περὶ τῶν παίδων νόμους ἀντιποιῆταί τις, οὐχ ὅταν ὡς ἀλλότριος καὶ μηδὲν προσήκωνʼ. —Εἶτα ἕπεται ἡ ἑτέρα προβολὴ τοῦ νόμου, οἷον ῾ἄλλως τε καὶ ὅταν νόμος τοῦτο σαφῶς διδῷ τὸ κύριον εἶναι τὸν ἐπιμείναντα τῆς νεώς᾿ . —Πρὸς ἣν ἡ ἑτέρα διάνοια ῾ἀλλὰ τηνικαῦτα δίδωσιν, ὅταν μὴ πατρῷον τὸ κτῆμια, ὅταν ἀλλότριον, ὅταν μὴ ἀποκήρυκτός τις ᾖ, ὅταν μὴ νόμῳ εἰργόμενοςʼ.