Ancient Greek · ~4 min
Περὶ ἀκτινομίας.
Hermogenes, Περὶ τῶν στάσεων 4-8
Not analysed yet
Εἶτά ἐστι τὸ μὴ προσδιωρίσθαι· ᾧ ὁπότερος ἂν χρήσηται, καὶ τῷ ἑτέρῳ ἔστι χρήσασθαι, καὶ ἰσάζει. τάχα δʼ ἄν τις αὐτὸ καὶ μεθοδεύσειε διαιρῶν· νῦν δὲ ἡμεῖς οὐ διαιροῦμεν, ἀλλὰ τὰ κεφάλαια δείκνυμεν, καὶ ἔστι φανερά. ἀκολούθως δὲ τούτῳ τῷ κεφαλαίῳ καὶ ὁ ὅρος καὶ ὁ συλλογισμὸς ἰσάζει. —Ἡ μέντοι ἑτέρα διάνοια, ἐστι γνώμη τοῦ νομοθέτου, διαφόρως ὑφʼ ἑκατέρου μέρους ἐξετάζεται ἐπʼ ἀμφοῖν τοῖν νόμοιν, οἷον ῾διὰ τί τὸν ἀποκήρυκτον εἴργει ὁ νομοθέτης τῶν πατρῴων; ʼ ὁ μὲν διώκων ἐρεῖ ὅτι νομίσας οὐκ ἄξιον εἶναι τὸν ἀπηχθημένον τῷ πατρὶ τῶν ἐκείνου τινὸς μετέχεινʼ, ὁ δὲ φεύγων ῾οὐχί, ἀλλʼ ἵνα καὶ καθʼ ἑαυτοὺς πονοῦντες καὶ παραβαλλόμενοι τοῖς κινδύνοις κτᾶσθαι ἀναγκάζωνται καὶ τὴν βλακείαν, διʼ ἣν ἀπεκηρύχθησαν, καὶ τὴν τρυφὴν ἀποθῶνται· ὃ νῦν ἐγὼ πεποίηκα ἐπιμείνας τῇ νηί᾿ . πάλιν ῾διὰ τί δίδωσι τῷ ἐπιμείναντι τὴν ναῦν; ʼ ῾ἵνα δὴ καρτεροῖεν τοῖς κινδύνοις οἱ ἐμπλέοντεςʼ ἢ ὅ τι ἂν εὑρίσκωσιν ἀμφότεροι. Πολλάκις δὲ διεμαρτυράμην, ὡς οὐ διαιρῶν λέγω νῦν, ὅσον δὲ πρὸς ἔνδειξιν τῶν κεφαλαίων ταῦτα ἐκτίθεμαι.