Ancient Greek · ~3 min
ΜΕΘΟΔΟΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.
Hermogenes, Περὶ τῶν στάσεων 5-2
Not analysed yet
Εἰ μέντοι περὶ δύο ῥητὰ ἢ καὶ πλείονα ἢ καὶ ἓν εἰς δύο διαιρούμενον ἡ ζήτησις εἴη, ἀντινομία γίνεται· ἔστι γὰρ ἀντινομία δύο ἢ καὶ πλειόνων ῥητῶν ἢ καὶ ἑνὸς διαιρουμένου μὴ φύσει ἐναντίων κατὰ περίστασιν δὲ μάχη· καὶ ὅλως διπλῆ τίς ἐστι ζήτησις ῥητοῦ καὶ διανοίας· οἶον ὁ ἀποκήρυκτος μὴ μετεχέτω τῶν πατρῴων καὶ ὁ ἐπιμείνας χειμαζομένῃ νηὶ δεσπότης ἔστω τῆς νεώς, ἀποκήρυκτος ἐπέμεινε χειμαζομένῃ νηὶ καὶ εἴργεται αὐτῆς ὡς πατρῴας. τοῦ δὲ κατὰ διαίρεσιν ῥητοῦ ποιοῦντος ἀντινομίαν παράδειγμα τόδε· ἡ βιασθεῖσα ἢ γάμον ἢ θάνατον αἱρείσθω τοῦ βιασαμένου, δύο τις κατὰ ταὐτὸν ἐβιάσατο κόρας, καὶ ἣ μὲν γάμον αὐτοῦ, ἣ δὲ θάνατον αἱρεῖται.