Ancient Greek · ~2 min
ΜΕΘΟΔΟΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.
Hermogenes, Περὶ τῶν στάσεων 6-2
Not analysed yet
Ἡ μέντοι ἀμιφιβολία καὶ ἀπʼ αὐτοῦ τοῦ ὀνόματός ἐστι φανερά· ἔστι γὰρ ἀμφιβολία ἀμφισβήτησις περὶ ῥητὸν ἐκ προσῳδίας ἢ διαστάσεως συλλαβῶν γινομένη· ἐκ μὲν προσῳδίας, οἷον ἑταίρα χρυσία εἰ φοροίη, δημοσια ἔστω, πεφώραταί τις φοροῦσα, καὶ ἣ μὲν τὰ χρυσία φησὶν εἶναι δημόσια, προπαροξυτόνως ἀναγινώσκουσα τὸν νόμον, οἳ δὲ οὐ τὰ χρυσία ἀλλʼ αὐτὴν δημοσίαν εἶναι, παροξυτόνως ἀναγινώσκοντες περὶ δὲ διάστασιν συλλαβῶν, οἷον δύο ἦσάν τῳ παῖδες, Λέων καὶ Πανταλέων· διέθετο οὕτως ῾ἐχέτω τὰ ἐμὰ πανταλεων’, καὶ ἑκάτερος ἀντιποιεῖται πάντων, ὃ μὲν ὑφʼ ἓν ἀναγινώσκων Πανταλέων, ὃ δὲ διιστὰς πάντα, εἶτα Λέων.