Ancient Greek
Περὶ πραγματικῆς.
Hermogenes, Περὶ τῶν στάσεων 5-6
Not analysed yet
Τὸ συμφέρον διττόν ἐστιν, ὅτι χρήσιμον καὶ ὅτι ἀναγκαῖον, οἷον χρήσιμον προσλαβεῖν Ὀλυνθίους, μᾶλλον δὲ ἀναγκαῖον, ἵνα μὴ μέγας ὁ Φίλιππος ἑλὼν ἐκείνους γένηται καθʼ ἡμῶν᾿ . τοῦτο δὲ διχῶς ἐξετάσεις, τί ποιοῦσιν ἡμῖν τόδε τι πρᾶγμα, περὶ οὗ ἡ βουλή, συμβήσεται καὶ τί μὴ ποιοῦσιν, ἑκάτερον δὲ αὐτῶν πάλιν τετραχῶς, οἷον εἰ μὲν ἑλοίμεθα αὐτό, τὰ μὲν ὑπάρχοντα ἡμῖν ἀγαθὰ παραμενεῖ καὶ τὰ οὐκ ὄντα προσέσται, τὰ δʼ αὖ ὑπάρχοντα φαῦλα ἀποτριψόμεθα καὶ τὰ οὐκ ὄντα οὐ προσληψόμεθα· εἰ δὲ μὴ ἑλοίμεθα, τὰ μὲν ὑπάρχοντα ἀγαθὰ ἀπολεῖται, τὰ δʼ οὐκ ὄντα μὲν προσγενησόμενα δʼ ἂν οὐ προσέσται, καὶ πάλιν τὰ μὲν ὑπάρχοντα φαῦλα παραμενεῖ, τὰ δὲ οὐκ ὄντα προσέσταιʼ.